Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.17.6 Polyb. 10.17.13 (English) >>Polyb. 10.18.5

10.17.10 καὶ τούτους μὲν ἀπογράφεσθαι προσέταξε πρὸς τὸν ταμίαν, συστήσας Ῥωμαϊκὸν ἐπιμελητὴν κατὰ τριάκοντα· τὸ γὰρ πᾶν πλῆθος ἐγένετο τούτων περὶ δισχιλίους. 10.17.11 ἐκ δὲ τῶν λοιπῶν αἰχμαλώτων ἐκλέξας τοὺς εὐρωστοτάτους καὶ τοῖς εἴδεσι καὶ ταῖς ἡλικίαις ἀκμαιοτάτους προσέμιξε τοῖς αὑτοῦ πληρώμασι, 10.17.12 καὶ ποιήσας ἡμιολίους τοὺς πάντας ναύτας πρόσθεν συνεπλήρωσε καὶ τὰς αἰχμαλώτους νῆας, ὥστε τοὺς ἄνδρας ἑκάστῳ σκάφει βραχύ τι λείπειν τοῦ διπλασίους εἶναι τοὺς ὑπάρχοντας τῶν προγενομένων· 10.17.13 αἱ μὲν γὰρ αἰχμάλωτοι νῆες ἦσαν ὀκτωκαίδεκα τὸν ἀριθμόν, αἱ δʼ ἐξ ἀρχῆς πέντε καὶ τριάκοντα. 10.17.14 παραπλησίως δὲ καὶ τούτοις ἐπηγγείλατο τὴν ἐλευθερίαν, παρασχομένοις τὴν αὑτῶν εὔνοιαν καὶ προθυμίαν, ἐπειδὰν κρατήσωσι τῷ πολέμῳ τῶν Καρχηδονίων. 10.17.15 τοῦτον δὲ χειρίσας τὸν τρόπον τὰ κατὰ τοὺς αἰχμαλώτους μεγάλην μὲν εὔνοιαν καὶ πίστιν ἐνειργάσατο τοῖς πολιτικοῖς καὶ πρὸς αὑτὸν καὶ πρὸς τὰ κοινὰ πράγματα, μεγάλην δὲ προθυμίαν τοῖς χειροτέχναις διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας. 10.17.16 ἡμιόλιον δὲ ποιήσας τὸ ναυτικὸν ἐκ τοῦ καιροῦ διὰ τὴν αὑτοῦ πρόνοιαν

10.18.1

Μετὰ δὲ ταῦτα Μάγωνα καὶ τοὺς ἅμα τούτῳ Καρχηδονίους ἐχώριζε. δύο μὲν γὰρ ἦσαν κατειλημμένοι τῶν ἐκ τῆς γερουσίας, πέντε δὲ καὶ δέκα τῶν ἐκ τῆς συγκλήτου.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.17.6 Polyb. 10.17.13 (English) >>Polyb. 10.18.5

Powered by PhiloLogic