Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.18.6 Polyb. 10.18.12 (English) >>Polyb. 10.19.4

10.18.10 ὧν παραγενομένων καὶ διασαφούντων ὅτι πάντα τὰ δέοντα δαψιλῶς αὐταῖς παρασκευάζοιεν, πάλιν ὁμοίως ἁψαμένης αὐτοῦ τῶν γονάτων τῆς γυναικὸς καὶ τὸν αὐτὸν εἰπούσης λόγον, μᾶλλον ἔτι διαπορήσας Πόπλιος, καί τινα λαβὼν ἔννοιαν ὡς ὀλιγωρούντων καὶ ψευδῶς πρὸς τὸ παρὸν ἀποφαινομένων τῶν πρὸς τὴν ἐπιμέλειαν ἀποτεταγμένων, θαρρεῖν ἐκέλευε τὰς γυναῖκας· 10.18.11 αὐτὸς γὰρ ἑτέρους ἐπιστήσειν τοὺς φροντιοῦντας ἵνα μηδὲν αὐτὰς ἐλλείπῃ τῶν ἐπιτηδείων. δʼ ἐπισχοῦσα μικρόν 10.18.12 Οὐκ ὀρθῶς ἔφη στρατηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους, εἰ νομίζεις ἡμᾶς ὑπὲρ τῆς γαστρὸς δεῖσθαί σου νῦν 10.18.13 . καὶ τότε λαβὼν Πόπλιος ἐν νῷ τὸ βούλημα τῆς γυναικός, καὶ θεωρῶν ὑπὸ τὴν ὄψιν τὴν ἀκμὴν τῶν Ἀνδοβάλου θυγατέρων καὶ πλειόνων ἄλλων δυναστῶν, ἠναγκάσθη δακρῦσαι, τῆς γυναικὸς ἐν ὀλίγῳ τὴν τῆς περιστάσεως ἔμφασιν ὑποδεικνυούσης. 10.18.14 διὸ δὴ καὶ τότε φανερὸς γενόμενος ὅτι συνῆκε τὸ ῥηθέν, καὶ λαβόμενος τῆς δεξιᾶς, θαρρεῖν αὐτήν τε ταύτην ἐκέλευε καὶ τὰς ἄλλας ὁμοίως· 10.18.15 ποιήσεσθαι γὰρ πρόνοιαν ὡς ἰδίων ἀδελφῶν καὶ τέκνων, συστήσεσθαι δὲ καὶ πρὸς τὴν τούτων ἐπιμέλειαν ἀκολούθως τοῖς προειρημένοις πιστοὺς ἄνδρας.

10.19.1

Μετὰ ταῦτα παρεδίδου τοῖς ταμίαις τὰ χρήματα, ὅσα δημόσια κατελήφθη τῶν Καρχηδονίων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.18.6 Polyb. 10.18.12 (English) >>Polyb. 10.19.4

Powered by PhiloLogic