Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.18.8 Polyb. 10.18.15 (English) >>Polyb. 10.19.6

10.18.12 Οὐκ ὀρθῶς ἔφη στρατηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους, εἰ νομίζεις ἡμᾶς ὑπὲρ τῆς γαστρὸς δεῖσθαί σου νῦν 10.18.13 . καὶ τότε λαβὼν Πόπλιος ἐν νῷ τὸ βούλημα τῆς γυναικός, καὶ θεωρῶν ὑπὸ τὴν ὄψιν τὴν ἀκμὴν τῶν Ἀνδοβάλου θυγατέρων καὶ πλειόνων ἄλλων δυναστῶν, ἠναγκάσθη δακρῦσαι, τῆς γυναικὸς ἐν ὀλίγῳ τὴν τῆς περιστάσεως ἔμφασιν ὑποδεικνυούσης. 10.18.14 διὸ δὴ καὶ τότε φανερὸς γενόμενος ὅτι συνῆκε τὸ ῥηθέν, καὶ λαβόμενος τῆς δεξιᾶς, θαρρεῖν αὐτήν τε ταύτην ἐκέλευε καὶ τὰς ἄλλας ὁμοίως· 10.18.15 ποιήσεσθαι γὰρ πρόνοιαν ὡς ἰδίων ἀδελφῶν καὶ τέκνων, συστήσεσθαι δὲ καὶ πρὸς τὴν τούτων ἐπιμέλειαν ἀκολούθως τοῖς προειρημένοις πιστοὺς ἄνδρας.

10.19.1

Μετὰ ταῦτα παρεδίδου τοῖς ταμίαις τὰ χρήματα, ὅσα δημόσια κατελήφθη τῶν Καρχηδονίων. 10.19.2 ἦν δὲ ταῦτα πλείω τῶν ἑξακοσίων ταλάντων, ὥστε προστεθέντων τούτων οἷς παρῆν αὐτὸς ἐκ Ῥώμης ἔχων τετρακοσίοις, τὴν ὅλην παράθεσιν αὐτῷ γενέσθαι τῆς χορηγίας πλείω τῶν χιλίων. 10.19.3

Κατὰ δὲ τὸν καιρὸν τοῦτον νεανίσκοι τινὲς τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ κατὰ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν, καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον, ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.18.8 Polyb. 10.18.15 (English) >>Polyb. 10.19.6

Powered by PhiloLogic