Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.17.10 Polyb. 10.18.3 (English) >>Polyb. 10.18.10

10.17.15 τοῦτον δὲ χειρίσας τὸν τρόπον τὰ κατὰ τοὺς αἰχμαλώτους μεγάλην μὲν εὔνοιαν καὶ πίστιν ἐνειργάσατο τοῖς πολιτικοῖς καὶ πρὸς αὑτὸν καὶ πρὸς τὰ κοινὰ πράγματα, μεγάλην δὲ προθυμίαν τοῖς χειροτέχναις διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας. 10.17.16 ἡμιόλιον δὲ ποιήσας τὸ ναυτικὸν ἐκ τοῦ καιροῦ διὰ τὴν αὑτοῦ πρόνοιαν

10.18.1

Μετὰ δὲ ταῦτα Μάγωνα καὶ τοὺς ἅμα τούτῳ Καρχηδονίους ἐχώριζε. δύο μὲν γὰρ ἦσαν κατειλημμένοι τῶν ἐκ τῆς γερουσίας, πέντε δὲ καὶ δέκα τῶν ἐκ τῆς συγκλήτου. 10.18.2 καὶ τούτους μὲν συνέστησε Γαΐῳ Λαιλίῳ, συντάξας τὴν ἁρμόζουσαν ἐπιμέλειαν ποιεῖσθαι τῶν ἀνδρῶν· 10.18.3 ἐπὶ δὲ τούτοις τοὺς ὁμήρους προσεκαλέσατο, πλείους ὄντας τῶν τριακοσίων. καὶ τοὺς μὲν παῖδας καθʼ ἕνα προσαγαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε, διότι μετʼ ὀλίγας ἡμέρας ἐπόψονται τοὺς αὑτῶν γονεῖς· 10.18.4 τοὺς δὲ λοιποὺς ὁμοῦ παρεκάλεσε πάντας θαρρεῖν καὶ γράφειν αὐτοὺς 10.18.5 εἰς τὰς ἰδίας πόλεις πρὸς αὑτῶν ἀναγκαίους πρῶτον μὲν ὅτι σῴζονται καὶ καλῶς αὐτοῖς ἐστι, δεύτερον δὲ διότι θέλουσι Ῥωμαῖοι πάντας αὐτοὺς εἰς τὴν οἰκείαν ἀποκαταστῆσαι μετʼ ἀσφαλείας, ἑλομένων τῶν ἀναγκαίων σφίσι τὴν πρὸς Ῥωμαίους συμμαχίαν. 10.18.6 ταῦτα δʼ εἰπών, καὶ παρεσκευακὼς πρότερον ἐκ τῶν λαφύρων τὰ λυσιτελέστερα πρὸς τὴν ἐπίνοιαν, τότε κατὰ γένη καὶ καθʼ ἡλικίαν ἑκάστοις ἐδωρεῖτο τὰ πρέποντα, ταῖς μὲν παισὶ κόνους καὶ ψέλλια, τοῖς δὲ νεανίσκοις ῥαμφὰς καὶ μαχαίρας. ἐκ δὲ τῶν αἰχμαλωτίδων τῆς Μανδονίου γυναικός,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.17.10 Polyb. 10.18.3 (English) >>Polyb. 10.18.10

Powered by PhiloLogic