10.18.1
Μετὰ δὲ ταῦτα Μάγωνα καὶ τοὺς ἅμα τούτῳ Καρχηδονίους ἐχώριζε. δύο μὲν γὰρ ἦσαν κατειλημμένοι τῶν ἐκ τῆς γερουσίας, πέντε δὲ καὶ δέκα τῶν ἐκ τῆς συγκλήτου.
10.18.2 καὶ τούτους μὲν συνέστησε Γαΐῳ Λαιλίῳ, συντάξας τὴν ἁρμόζουσαν ἐπιμέλειαν ποιεῖσθαι τῶν ἀνδρῶν·
10.18.3 ἐπὶ δὲ τούτοις τοὺς ὁμήρους προσεκαλέσατο, πλείους ὄντας τῶν τριακοσίων. καὶ τοὺς μὲν παῖδας καθʼ ἕνα προσαγαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε, διότι μετʼ ὀλίγας ἡμέρας ἐπόψονται τοὺς αὑτῶν γονεῖς·
10.18.4 τοὺς δὲ λοιποὺς ὁμοῦ παρεκάλεσε πάντας θαρρεῖν καὶ γράφειν αὐτοὺς
10.18.5 εἰς τὰς ἰδίας πόλεις πρὸς αὑτῶν ἀναγκαίους πρῶτον μὲν ὅτι σῴζονται καὶ καλῶς αὐτοῖς ἐστι, δεύτερον δὲ διότι θέλουσι Ῥωμαῖοι πάντας αὐτοὺς εἰς τὴν οἰκείαν ἀποκαταστῆσαι μετʼ ἀσφαλείας, ἑλομένων τῶν ἀναγκαίων σφίσι τὴν πρὸς Ῥωμαίους συμμαχίαν.
10.18.6 ταῦτα δʼ εἰπών, καὶ παρεσκευακὼς πρότερον ἐκ τῶν λαφύρων τὰ λυσιτελέστερα πρὸς τὴν ἐπίνοιαν, τότε κατὰ γένη καὶ καθʼ ἡλικίαν ἑκάστοις ἐδωρεῖτο τὰ πρέποντα, ταῖς μὲν παισὶ κόνους καὶ ψέλλια, τοῖς δὲ νεανίσκοις ῥαμφὰς καὶ μαχαίρας. ἐκ δὲ τῶν αἰχμαλωτίδων τῆς Μανδονίου γυναικός,
10.18.7 ὃς ἦν ἀδελφὸς Ἀνδοβάλου τοῦ τῶν Ἰλεργητῶν βασιλέως, προσπεσούσης αὐτῷ καὶ δεομένης μετὰ δακρύων ἐπιστροφὴν ποιήσασθαι τῆς αὑτῶν εὐσχημοσύνης ἀμείνω Καρχηδονίων, συμπαθὴς γενόμενος ἤρετο τί λείπει τῶν ἐπιτηδείων αὐταῖς·