Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.17.14 Polyb. 10.18.6 (English) >>Polyb. 10.18.14

10.18.3 ἐπὶ δὲ τούτοις τοὺς ὁμήρους προσεκαλέσατο, πλείους ὄντας τῶν τριακοσίων. καὶ τοὺς μὲν παῖδας καθʼ ἕνα προσαγαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε, διότι μετʼ ὀλίγας ἡμέρας ἐπόψονται τοὺς αὑτῶν γονεῖς· 10.18.4 τοὺς δὲ λοιποὺς ὁμοῦ παρεκάλεσε πάντας θαρρεῖν καὶ γράφειν αὐτοὺς 10.18.5 εἰς τὰς ἰδίας πόλεις πρὸς αὑτῶν ἀναγκαίους πρῶτον μὲν ὅτι σῴζονται καὶ καλῶς αὐτοῖς ἐστι, δεύτερον δὲ διότι θέλουσι Ῥωμαῖοι πάντας αὐτοὺς εἰς τὴν οἰκείαν ἀποκαταστῆσαι μετʼ ἀσφαλείας, ἑλομένων τῶν ἀναγκαίων σφίσι τὴν πρὸς Ῥωμαίους συμμαχίαν. 10.18.6 ταῦτα δʼ εἰπών, καὶ παρεσκευακὼς πρότερον ἐκ τῶν λαφύρων τὰ λυσιτελέστερα πρὸς τὴν ἐπίνοιαν, τότε κατὰ γένη καὶ καθʼ ἡλικίαν ἑκάστοις ἐδωρεῖτο τὰ πρέποντα, ταῖς μὲν παισὶ κόνους καὶ ψέλλια, τοῖς δὲ νεανίσκοις ῥαμφὰς καὶ μαχαίρας. ἐκ δὲ τῶν αἰχμαλωτίδων τῆς Μανδονίου γυναικός, 10.18.7 ὃς ἦν ἀδελφὸς Ἀνδοβάλου τοῦ τῶν Ἰλεργητῶν βασιλέως, προσπεσούσης αὐτῷ καὶ δεομένης μετὰ δακρύων ἐπιστροφὴν ποιήσασθαι τῆς αὑτῶν εὐσχημοσύνης ἀμείνω Καρχηδονίων, συμπαθὴς γενόμενος ἤρετο τί λείπει τῶν ἐπιτηδείων αὐταῖς· 10.18.8 καὶ γὰρ ἦν γυνὴ πρεσβυτέρα καί τινα προστασίαν ἀξιωματικὴν ἐπιφαίνουσα. 10.18.9 τῆς δὲ κατασιωπώσης ἐκάλει τοὺς πρὸς τὴν ἐπιμέλειαν τῶν γυναικῶν ἀποτεταγμένους. 10.18.10 ὧν παραγενομένων καὶ διασαφούντων ὅτι πάντα τὰ δέοντα δαψιλῶς αὐταῖς παρασκευάζοιεν, πάλιν ὁμοίως ἁψαμένης αὐτοῦ τῶν γονάτων τῆς γυναικὸς καὶ τὸν αὐτὸν εἰπούσης λόγον, μᾶλλον ἔτι διαπορήσας Πόπλιος, καί τινα λαβὼν ἔννοιαν ὡς ὀλιγωρούντων καὶ ψευδῶς πρὸς τὸ παρὸν ἀποφαινομένων τῶν πρὸς τὴν ἐπιμέλειαν ἀποτεταγμένων, θαρρεῖν ἐκέλευε τὰς γυναῖκας·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.17.14 Polyb. 10.18.6 (English) >>Polyb. 10.18.14

Powered by PhiloLogic