Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.19.1 Polyb. 10.19.8 (English) >>Polyb. 10.20.6

10.19.5 ὡς μὲν ἐμοὶ δοκεῖ, τοῦτʼ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐμπόδια τοῖς χρωμένοις. 10.19.6 τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ποτʼ ἂν προαιρῆται τῶν πολιτῶν. 10.19.7 διʼ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν ἐνειργάζετο τοῖς ὑποταττομένοις.

Ταῦτα δὲ διοικησάμενος, 10.19.8 καὶ τὰ λοιπὰ τῶν αἰχμαλώτων παραδοὺς τοῖς χιλιάρχοις, ἐξέπεμψε Γάιον τὸν Λαίλιον ἐπὶ πεντήρους εἰς τὴν Ῥώμην, τούς τε Καρχηδονίους συστήσας καὶ τῶν ἄλλων αἰχμαλώτων τοὺς ἐπιφανεστάτους, δηλώσοντα τοῖς ἐν τῇ πατρίδι τὰ γεγονότα. 10.19.9 τὸ γὰρ πλεῖον αὐτῶν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν ἀπηλπικότων, σαφῶς ᾔδει διότι τούτων προσαγγελθέντων αὖθις ἀναθαρρήσαντες πολλαπλασίως συνεπιλήψονται τῶν πραγμάτων.

10.20.1

Αὐτὸς δὲ χρόνον μέν τινʼ ἐν τῇ Καρχηδόνι τάς τε ναυτικὰς δυνάμεις ἐγύμναζε συνεχῶς καὶ τοῖς χιλιάρχοις ὑπέδειξε τοιοῦτόν τινα τρόπον τῆς τῶν πεζικῶν στρατοπέδων γυμνασίας. 10.20.2 τὴν μὲν πρώτην ἡμέραν ἐκέλευσε τροχάζειν ἐπὶ τριάκοντα σταδίους ἐν τοῖς ὅπλοις, τὴν δὲ δευτέραν πάντας ἐκτρίβειν καὶ θεραπεύειν καὶ κατασκοπεῖν ἐν τῷ φανερῷ τὰς πανοπλίας, τῇ δʼ ἑξῆς ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.19.1 Polyb. 10.19.8 (English) >>Polyb. 10.20.6

Powered by PhiloLogic