Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.1.5 Polyb. 10.2.1 (English) >>Polyb. 10.2.9

10.1.8 ἀπὸ γὰρ ἄκρας Ἰαπυγίας ἕως εἰς Σιποῦντα πᾶς προσφερόμενος ἐκ τῶν ἀντιπέρας καὶ καθορμισθεὶς πρὸς τὴν Ἰταλίαν εἰς Τάραντʼ ἐποιεῖτο τὴν ὑπερβολήν, καὶ ταύτῃ συνεχρῆτο τῇ πόλει πρὸς τὰς ἀλλαγὰς καὶ μεταθέσεις οἷον εἰ ἐμπορίῳ· 10.1.9 οὐδέπω γὰρ συνέβαινε τότε τὴν τῶν Βρεντεσίνων ἐκτίσθαι πόλιν. 10.1.10 διόπερ Φάβιος, ἐν μεγάλῳ τιθέμενος τὴν ἐπιβολήν, τἄλλα παρεὶς πρὸς ταῖς εἰς τοῦτο τὸ μέρος ἦν ἐπινοίαις.

II. Res Hispaniae 10.2.1

Ὅτι μέλλοντες ἱστορεῖν τὰ πραχθέντα Ποπλίῳ κατὰ τὴν Ἰβηρίαν, συλλήβδην δὲ πάσας τὰς κατὰ τὸν βίον ἐπιτελεσθείσας αὐτῷ πράξεις, ἀναγκαῖον ἡγούμεθα τὸ προεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αἵρεσιν καὶ φύσιν τἀνδρός. 10.2.2 τῷ γὰρ σχεδὸν ἐπιφανέστατον αὐτὸν γεγονέναι τῶν πρὸ τοῦ, ζητοῦσι μὲν πάντες εἰδέναι τίς ποτʼ ἦν καὶ ἀπὸ ποίας φύσεως τριβῆς ὁρμηθεὶς τὰς τηλικαύτας καὶ τοσαύτας ἐπετελέσατο πράξεις, 10.2.3 ἀγνοεῖν δὲ καὶ ψευδοδοξεῖν ἀναγκάζονται διὰ τὸ τοὺς ἐξηγουμένους ὑπὲρ αὐτοῦ παραπεπαικέναι τῆς ἀληθείας. 10.2.4 ὅτι δʼ ἔστιν ὑγιὲς τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν δῆλον ἔσται διὰ τῆς ἡμετέρας ἐξηγήσεως τοῖς ἐπισημαίνεσθαι δυναμένοις τὰ κάλλιστα καὶ παραβολώτατα τῶν ἐκείνῳ πεπραγμένων. 10.2.5 οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.1.5 Polyb. 10.2.1 (English) >>Polyb. 10.2.9

Powered by PhiloLogic