Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.1.10 Polyb. 10.2.7 (English) >>Polyb. 10.3.1

10.2.4 ὅτι δʼ ἔστιν ὑγιὲς τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν δῆλον ἔσται διὰ τῆς ἡμετέρας ἐξηγήσεως τοῖς ἐπισημαίνεσθαι δυναμένοις τὰ κάλλιστα καὶ παραβολώτατα τῶν ἐκείνῳ πεπραγμένων. 10.2.5 οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, 10.2.6 νομίζοντες ὡς ἂν εἰ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων, καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι, 10.2.7 τὸ δʼ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχει τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον. 10.2.8 ἐμοὶ δὲ δοκεῖ Πόπλιος Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν. 10.2.9 οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ πάντα προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην περιποιῆσαι τῇ πατρίδι δυναστείαν· 10.2.10 ἀλλʼ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε τὰ παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς ἐκ τῶν θεῶν ἐλπίδος, 10.2.11 Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπιβολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.1.10 Polyb. 10.2.7 (English) >>Polyb. 10.3.1

Powered by PhiloLogic