Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.21.2 Polyb. 10.21.8 (English) >>Polyb. 10.22.5

10.21.6 ἐπεὶ δὲ πρότερον ἐν τρισὶ βυβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν ἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, 10.21.7 δῆλον ὡς ἐν τῇ νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεωτερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφαλαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέρᾳ τῶν συντάξεων τηρῶμεν. ὥσπερ γὰρ ἐκεῖνος τόπος, 10.21.8 ὑπάρχων ἐγκωμιαστικός, ἀπῄτει τὸν κεφαλαιώδη καὶ μετʼ αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετʼ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρεπομένων συλλογισμῶν.

10.22.1

Φιλοποίμην τοίνυν πρῶτον μὲν ἔφυ καλῶς· ἦν γὰρ ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων κατʼ Ἀρκαδίαν, τραφεὶς δὲ καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτῷ ξένον ὑπάρχοντα, φυγαδεύοντα δὲ κατʼ ἐκείνους τοὺς καιρούς, ὄντα δὲ Μαντινέων ἐπιφανέστατον. 10.22.2 μετὰ δὲ ταῦτα παραγενόμενος εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ τὸ μὲν γένος ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ κατὰ τὴν φυγὴν ἠλευθέρωσαν μὲν τὴν αὑτῶν πατρίδα, συστησάμενοι κατʼ Ἀριστοδήμου τοῦ τυράννου πρᾶξιν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.21.2 Polyb. 10.21.8 (English) >>Polyb. 10.22.5

Powered by PhiloLogic