10.22.1
Φιλοποίμην τοίνυν πρῶτον μὲν ἔφυ καλῶς· ἦν γὰρ ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων κατʼ Ἀρκαδίαν, τραφεὶς δὲ καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτῷ ξένον ὑπάρχοντα, φυγαδεύοντα δὲ κατʼ ἐκείνους τοὺς καιρούς, ὄντα δὲ Μαντινέων ἐπιφανέστατον.
10.22.2 μετὰ δὲ ταῦτα παραγενόμενος εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ τὸ μὲν γένος ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ κατὰ τὴν φυγὴν ἠλευθέρωσαν μὲν τὴν αὑτῶν πατρίδα, συστησάμενοι κατʼ Ἀριστοδήμου τοῦ τυράννου πρᾶξιν,
10.22.3 συνεπελάβοντο δὲ καὶ τῆς καταλύσεως τοῦ Σικυωνίων τυράννου Νικοκλέους, κοινωνήσαντες Ἀράτῳ τῆς ἐπιβολῆς· ἔτι δὲ Κυρηναίων αὐτοὺς μεταπεμψαμένων ἐπιφανῶς προύστησαν καὶ διεφύλαξαν αὐτοῖς τὴν ἐλευθερίαν,
10.22.4 οἷς κατὰ τὴν πρώτην ἡλικίαν ἐπὶ πολὺ συμβιώσας διέφερε μὲν εὐθέως τῶν καθʼ αὑτὸν περί τε τὰς ἐν τοῖς κυνηγίοις κακοπαθείας καὶ τόλμας περί τε τὰς ἐν τοῖς πολεμικοῖς,
10.22.5 ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τοιαύτας τινὰς δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας.