Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.22.2 Polyb. 10.22.7 (English) >>Polyb. 10.23.4

10.22.5 ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τοιαύτας τινὰς δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας. 10.22.6 πλὴν κατασταθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἱππάρχης ἐν τοῖς προειρημένοις καιροῖς, καὶ παραλαβὼν τὰ συντάγματα τῶν ἱππέων παντὶ τρόπῳ κατεφθαρμένα καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας, 10.22.7 οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας. 10.22.8 τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν προειρημένην ἀρχήν, οἱ μὲν διὰ τὴν ἰδίαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδὲν ὧν καθήκει προστάττειν, 10.22.9 οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, διʼ οὗ τρόπου σῴζεται τὰ κοινά, ἀλλὰ συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας. 10.22.10 εἰ δέ ποτε γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κατὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλωσίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.22.2 Polyb. 10.22.7 (English) >>Polyb. 10.23.4

Powered by PhiloLogic