Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.22.6 Polyb. 10.23.1 (English) >>Polyb. 10.23.10

10.22.9 οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, διʼ οὗ τρόπου σῴζεται τὰ κοινά, ἀλλὰ συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας. 10.22.10 εἰ δέ ποτε γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κατὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλωσίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς.

10.23.1

Ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, αὗται· 10.23.2 αἱ καθʼ ἵππον μὲν κλίσεις ἐφʼ ἡνίαν καὶ πάλιν ἐπὶ δόρυ, πρὸς δὲ τούτοις ἀναστροφὴ καὶ μεταβολή, 10.23.3 κατʼ οὐλαμὸν δʼ ἐπιστροφὴ καὶ περισπασμός, ἔτι δʼ ἐκπερισπασμός, 10.23.4 πρὸς δὲ τούτοις ἐξαγωγαὶ κατὰ λόχους καὶ διλοχίας ἀφʼ ἑκατέρων τῶν κεράτων μετὰ τάχους, ποτὲ δʼ ἀπὸ τῶν μέσων, καὶ συναγωγαὶ πάλιν μετʼ ἐποχῆς εἰς οὐλαμούς, εἰς ἴλας, εἰς ἱππαρχίας, 10.23.5 ἐπὶ δὲ τούτοις ἐκτάξεις ἐφʼ ἑκατέρων τῶν κεράτων διὰ παρεμβολῆς διὰ παραγωγῆς τῆς παρὰ τοὺς οὐραγούς. 10.23.6 τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη· σχεδὸν γὰρ ὡς ἂν εἰ πορείας ἔχειν διάθεσιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.22.6 Polyb. 10.23.1 (English) >>Polyb. 10.23.10

Powered by PhiloLogic