Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.23.1 Polyb. 10.23.9 (English) >>Polyb. 10.24.7

10.23.6 τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη· σχεδὸν γὰρ ὡς ἂν εἰ πορείας ἔχειν διάθεσιν. 10.23.7 ἐκ δὲ τούτου τὰς ἐπαγωγὰς τὰς ἐπὶ τοὺς ἐναντίους καὶ τὰς ἀποχωρήσεις ἔδει συνεθίζειν ἐν πάσαις ταῖς κινήσεσιν ἐπὶ τοσοῦτον ὥστε δεινῷ τῷ τάχει προσάγειν, ἐφʼ ὅσον συζυγοῦντας καὶ συστοιχοῦντας διαμένειν, ἅμα δὲ καὶ τὰ διαστήματα κατὰ τοὺς οὐλαμοὺς τηρεῖν, 10.23.8 ὡς ἱππέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρουμένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον οὐδʼ ἀχρειότερον. 10.23.9 ταῦτα δʼ ὑποδείξας τοῖς τε πολλοῖς καὶ τοῖς ἀποτελείοις, αὖθις ἐπεπορεύετο τὰς πόλεις, ἐξετάζων πρῶτον μὲν εἰ συμπεριφέρονθʼ οἱ πολλοὶ τοῖς παραγγελλομένοις, δεύτερον δʼ εἰ κρατοῦσιν οἱ κατὰ πόλεις ἄρχοντες τοῦ σαφῶς καὶ δεόντως διδόναι τὰ παραγγέλματα, 10.23.10 κρίνων πρὸς τὴν ἀλήθειαν οὐδὲν ἀναγκαιότερον εἶναι τῆς τῶν

10.24.1

κατὰ μέρος ἡγεμόνων ἐμπειρίας. προκατασκευασάμενος δὲ τὰ προειρημένα τοῦτον τὸν τρόπον, συνῆγε τοὺς ἱππεῖς ἐκ τῶν πόλεων εἰς ἕνα τόπον, καὶ διʼ αὑτοῦ τὰς κινήσεις ἐπετέλει καὶ τὸν ὅλον χειρισμὸν αὐτὸς ἐποιεῖτο τῆς ἐξοπλισίας, 10.24.2 οὐ προηγούμενος πάντων, ὅπερ οἱ νῦν ποιοῦσιν ἡγεμόνες, ὑπολαμβάνοντες ἡγεμονικὴν εἶναι τὴν πρώτην χώραν. 10.24.3 τί γὰρ ἀπειρότερον, ἅμα δʼ ἐπισφαλέστερον ἄρχοντος, ὃς ὁρᾶται μὲν ὑπὸ πάντων τῶν ὑποτεταγμένων, ὁρᾷ δʼ οὐδένα;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.23.1 Polyb. 10.23.9 (English) >>Polyb. 10.24.7

Powered by PhiloLogic