Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.26.2 Polyb. 10.26.10 (English) >>Polyb. 10.27.8

10.26.7

Ὅτι Φιλίππου οὐκ ἂν ἀγαθὰ μείζω τις σχοίη πρὸς βασιλείαν οὐδεὶς τῶν πρότερον οὐδὲ κακὰ τούτου τοῦ βασιλέως. 10.26.8 καί μοι δοκεῖ τὰ μὲν ἀγαθὰ φύσει περὶ αὐτὸν ὑπάρξαι, τὰ δὲ κακὰ προβαίνοντι κατὰ τὴν ἡλικίαν ἐπιγενέσθαι, καθάπερ ἐνίοις ἐπιγίνεται γηράσκουσι τῶν ἵππων. 10.26.9 καίπερ ἡμεῖς οὐκ ἐν τοῖς προοιμίοις, ὥσπερ τῶν λοιπῶν συγγραφέων, προφερόμεθα τὰς τοιαύτας διαλήψεις, ἀλλʼ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἀεὶ τὸν καθήκοντα λόγον ἁρμόζοντες ἀποφαινόμεθα περί τε τῶν βασιλέων καὶ τῶν ἐπιφανῶν ἀνδρῶν, 10.26.10 νομίζοντες ταύτην οἰκειοτέραν εἶναι καὶ τοῖς γράφουσι καὶ τοῖς ἀναγινώσκουσι τὴν ἐπισημασίαν.

IV. Res Asiae 10.27.1

Ἔστι τοίνυν Μηδία κατά τε τὸ μέγεθος τῆς χώρας ἀξιοχρεωτάτη τῶν κατὰ τὴν Ἀσίαν δυναστειῶν καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὰς ἀρετὰς τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων· 10.27.2 τοῖς γὰρ ζῴοις τούτοις σχεδὸν ἅπασαν χορηγεῖ τὴν Ἀσίαν τῷ καὶ τὰ βασιλικὰ συστήματα τῶν ἱπποτροφιῶν Μήδοις ἐπιτετράφθαι διὰ τὴν τῶν τόπων εὐφυΐαν. 10.27.3 περιοικεῖται δὲ πόλεσιν Ἑλληνίσι κατὰ τὴν ὑφήγησιν τὴν Ἀλεξάνδρου, φυλακῆς ἕνεκεν τῶν συγκυρούντων αὐτῇ βαρβάρων πλὴν Ἐκβατάνων. 10.27.4 αὕτη δʼ ἔκτισται μὲν ἐν τοῖς πρὸς τὰς ἄρκτους μέρεσι τῆς Μηδίας, ἐπίκειται δὲ τοῖς περὶ τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον μέρεσι τῆς Ἀσίας,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.26.2 Polyb. 10.26.10 (English) >>Polyb. 10.27.8

Powered by PhiloLogic