Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.27.12 Polyb. 10.28.6 (English) >>Polyb. 10.29.4

10.28.3 περὶ δὲ τούτων ἀληθὴς παραδίδοται λόγος διὰ τῶν ἐγχωρίων, ὅτι καθʼ οὓς χρόνους Πέρσαι τῆς Ἀσίας ἐπεκράτουν, ἔδωκαν τοῖς ἐπί τινας τόπους τῶν μὴ πρότερον ἀρδευομένων ἐπεισαγομένοις ὕδωρ πηγαῖον ἐπὶ πέντε γενεὰς καρπεῦσαι τὴν χώραν· 10.28.4 ὅθεν ἔχοντος τοῦ Ταύρου πολλὰς καὶ μεγάλας ὑδάτων ἀπορρύσεις, πᾶσαν ἐπεδέχοντο δαπάνην καὶ κακοπάθειαν, ἐκ μακροῦ κατασκευάζοντες τοὺς ὑπονόμους, ὥστε κατὰ τοὺς νῦν καιροὺς μηδὲ τοὺς χρωμένους τοῖς ὕδασι γινώσκειν τὰς ἀρχὰς τῶν ὑπονόμων πόθεν ἔχουσι τὰς ἐπιρρύσεις. 10.28.5 πλὴν ὁρῶν Ἀρσάκης ἐπιβαλόμενον αὐτὸν τῇ διὰ τῆς ἐρήμου πορείᾳ, τὸ τηνικάδε χωννύειν καὶ φθείρειν ἐνεχείρησε τὰς φρεατίας. 10.28.6 δὲ βασιλεύς, ἐξαγγελθέντος αὐτῷ, πάλιν ἐξαπέστειλε τοὺς περὶ Νικομήδην μετὰ χιλίων ἱππέων, οἳ καὶ καταλαβόντες τὸν Ἀρσάκην μετὰ τῆς δυνάμεως ὑποκεχωρηκότα, τινὰς δὲ τῶν ἱππέων φθείροντας τὰ στόματα τῶν ὑπονόμων, τούτους μὲν ἐξ ἐφόδου τρεψάμενοι φυγεῖν ἠνάγκασαν, αὐτοὶ δὲ πάλιν ἀνεχώρησαν ὡς τὸν Ἀντίοχον. 10.28.7 δὲ βασιλεὺς διανύσας τὴν ἔρημον ἧκε πρὸς τὴν Ἑκατόμπυλον προσαγορευομένην, κεῖται μὲν ἐν μέσῃ τῇ Παρθυηνῇ, τῶν δὲ διόδων τῶν φερουσῶν ἐπὶ πάντας τοὺς πέριξ τόπους ἐνταῦθα συμπιπτουσῶν ἀπὸ τοῦ συμβαίνοντος τόπος εἴληφε τὴν προσηγορίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.27.12 Polyb. 10.28.6 (English) >>Polyb. 10.29.4

Powered by PhiloLogic