Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.28 Polyb. 10.29 (English) >>Polyb. 10.30

10.29.1

Πλὴν αὐτοῦ διαναπαύσας τὴν δύναμιν, καὶ συλλογισάμενος ὡς εἰ μὲν οἷός τʼ ἦν Ἀρσάκης διὰ μάχης κρίνεσθαι πρὸς σφᾶς, οὔτʼ ἂν ἐξεχώρει λιπὼν τὴν αὑτοῦ χώραν οὔτʼ ἂν ἐπιτηδειοτέρους τόπους ἐζήτει πρὸς ἀγῶνα ταῖς σφετέραις δυνάμεσι τῶν περὶ τὴν Ἑκατόμπυλον· 10.29.2 ἐπειδὴ δʼ ἐκχωρεῖ, δῆλός ἐστι τοῖς ὀρθῶς σκοπουμένοις ἐπʼ ἄλλης ὢν γνώμης· διόπερ ἔκρινε προάγειν εἰς τὴν Ὑρκανίαν. 10.29.3 παραγενόμενος δʼ ἐπὶ Ταγάς, καὶ πυνθανόμενος τῶν ἐγχωρίων τήν τε δυσχέρειαν τῶν τόπων, οὓς ἔδει διεκβάλλειν αὐτόν, ἕως εἰς τὰς ὑπερβολὰς διεξίκοιτο τοῦ Λάβου τὰς νευούσας ἐπὶ τὴν Ὑρκανίαν, καὶ τὸ πλῆθος τῶν βαρβάρων τῶν κατὰ τόπους ἐφεστώτων ταῖς δυσχωρίαις αὐτοῦ, 10.29.4 προέθετο διατάττειν τὸ τῶν εὐζώνων πλῆθος καὶ τοὺς τούτων ἡγεμόνας μερίζειν, ὡς ἑκάστους δεήσει πορεύεσθαι, ὁμοίως δὲ καὶ τοὺς λειτουργούς, οὓς ἔδει παραπορευομένους τὸν καταλαμβανόμενον ὑπὸ τῶν εὐζώνων τόπον εὔβατον παρασκευάζειν τῇ τῶν φαλαγγιτῶν καὶ τῇ τῶν ὑποζυγίων πορείᾳ. 10.29.5 ταῦτα δὲ διανοηθεὶς τὴν μὲν πρώτην ἔδωκε τάξιν Διογένει, συστήσας αὐτῷ τοξότας καὶ σφενδονήτας καὶ τῶν ὀρείων τοὺς ἀκοντίζειν καὶ λιθάζειν δυναμένους, οἵτινες τάξιν μὲν οὐκ ἔνεμον, αἰεὶ δὲ πρὸς τὸν παρόντα καιρὸν καὶ τόπον κατʼ ἄνδρα ποιούμενοι τὸν κίνδυνον πραγματικωτάτην παρείχοντο χρείαν ἐν ταῖς δυσχωρίαις. 10.29.6 τούτοις δὲ συνεχεῖς Κρῆτας ἀσπιδιώτας ἐπέταξε περὶ δισχιλίους, ὧν ἡγεῖτο Πολυξενίδας Ῥόδιος, τελευταίους δὲ θωρακίτας καὶ θυρεοφόρους, ὧν εἶχον τὴν ἡγεμονίαν Νικομήδης Κῷος καὶ Νικόλαος Αἰτωλός.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.28 Polyb. 10.29 (English) >>Polyb. 10.30

Powered by PhiloLogic