10.30.4 ὡς γὰρ δέον τοὺς πολεμίους πάντας κατʼ ἀνάγκην ποιεῖσθαι διʼ αὐτῆς τῆς φάραγγος τὴν ἀνάβασιν, οὕτως παρεσκευάσαντο καὶ πρὸς τοῦτο κατελάβοντο τοὺς τόπους.
10.30.5 ἐκεῖνο δʼ οὐκ ἔβλεψαν ὅτι τὴν μὲν φάλαγγα καὶ τὴν ἀποσκευὴν οὐκ ἄλλως δυνατὸν ἦν, ἀλλʼ ὡς ἐκεῖνοι διέλαβον, ποιεῖσθαι τὴν πορείαν· πρὸς γὰρ τὰ παρακείμενα τῶν ὀρῶν οὐχ οἷόν τʼ ἦν τούτοις προσβαλεῖν, ἀλλὰ τοῖς ψιλοῖς καὶ τοῖς εὐζώνοις οὐκ ἀδύνατος ἦν ἡ διʼ αὐτῶν τῶν λευκοπέτρων ἀναβολή.
10.30.6 ὅθεν ἅμα τῷ πρὸς τὸ πρῶτον φυλακεῖον προσμῖξαι τοὺς περὶ τὸν Διογένην, ἔξωθεν τῆς χαράδρας ποιουμένους τὴν ἀνάβασιν, ἀλλοιοτέραν ἐλάμβανε διάθεσιν.
10.30.7 εὐθέως γὰρ κατὰ τὴν συμπλοκὴν αὐτοῦ τοῦ πράγματος διδάσκοντος, ὑπερτιθέμενοι καὶ προσβαίνοντες πρὸς τὰ πλάγια τῶν χωρίων οἱ περὶ τὸν Διογένην, ὑπερδέξιοι τῶν πολεμίων ἐγίνοντο, καὶ χρώμενοι πυκνοῖς τοῖς ἀκοντίσμασι καὶ τοῖς ἐκ χειρὸς λίθοις κακῶς διετίθεσαν τοὺς βαρβάρους, καὶ μάλιστα ταῖς σφενδόναις ἐκακοποίουν ἐξ ἀποστήματος βάλλοντες.
10.30.8 ὅτε δὲ τοὺς πρώτους ἐκβιασάμενοι κατάσχοιεν τὸν τούτων τόπον, ἐδίδοτο τοῖς λειτουργοῖς καιρὸς εἰς τὸ πᾶν τὸ πρὸ ποδῶν ἀνακαθαίρειν καὶ λεαίνειν μετʼ ἀσφαλείας. ἐγίνετο δὲ τοῦτο ταχέως διὰ τὴν πολυχειρίαν.
10.30.9 οὐ μὴν ἀλλὰ τούτῳ τῷ τρόπῳ τῶν μὲν σφενδονητῶν καὶ τοξοτῶν ἔτι δʼ ἀκοντιστῶν κατὰ τοὺς ὑπερδεξίους τόπους πορευομένων σποράδην, ποτὲ δὲ συναθροιζομένων καὶ καταλαμβανομένων τοὺς εὐκαίρους τόπους, τῶν δʼ ἀσπιδιωτῶν ἐφεδρευόντων, καὶ παρʼ αὐτὴν τὴν χαράδραν παραπορευομένων ἐν τάξει καὶ βάδην, οὐκ ἔμενον οἱ βάρβαροι, πάντες δὲ λιπόντες τοὺς τόπους ἡθροίσθησαν ἐπὶ τὴν ὑπερβολήν.