Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.30 Polyb. 10.31 (English) >>Polyb. 10.32

10.31.1

Οἱ δὲ περὶ τὸν Ἀντίοχον ἀσφαλῶς διέβησαν τὰς δυσχωρίας τῷ προειρημένῳ τρόπῳ, βραδέως δὲ καὶ δυσχερῶς· μόλις γὰρ ὀγδοαῖοι πρὸς τὰς κατὰ τὸν Λάβον ὑπεροχὰς ἀφίκοντο. 10.31.2 τῶν δὲ βαρβάρων συνηθροισμένων ἐκεῖ, καὶ πεπεισμένων κωλύειν τῆς ὑπερβολῆς τοὺς πολεμίους, ἀγὼν συνέστη νεανικός. ἐξεώσθησαν δʼ οἱ βάρβαροι διὰ τοιαύτας αἰτίας. 10.31.3 συστραφέντες γὰρ ἐμάχοντο πρὸς τοὺς φαλαγγίτας κατὰ πρόσωπον ἐκθύμως· τῆς δὲ νυκτὸς ἔτι τῶν εὐζώνων ἐκπεριελθόντων ἐκ πολλοῦ, καὶ καταλαβομένων τοὺς ὑπερδεξίους καὶ κατὰ νώτου τόπους, ἅμα τῷ συνιδεῖν οἱ βάρβαροι τὸ γεγονὸς εὐθέως πτοηθέντες ὥρμησαν πρὸς φυγήν. 10.31.4 δὲ βασιλεὺς τὴν μὲν ἐπὶ πλεῖον ὁρμὴν τῶν διωκόντων παρακατέσχε μετὰ πολλῆς σπουδῆς, ἀνακαλεσάμενος ταῖς σάλπιγξι, διὰ τὸ βούλεσθαι καταβαίνειν ἅθρους καὶ συντεταγμένους εἰς τὴν Ὑρκανίαν. 10.31.5 συστησάμενος δὲ τὴν πορείαν ὡς ἐβούλετο καὶ παραγενόμενος ἐπὶ Τάμβρακα, πόλιν ἀτείχιστον, ἔχουσαν δὲ βασίλεια καὶ μέγεθος, αὐτοῦ κατεσκήνωσε. 10.31.6 τῶν δὲ πλείστων πεποιημένων τὴν ἀποχώρησιν ἔκ τε τῆς μάχης καὶ τῆς περικειμένης χώρας εἰς τὴν προσαγορευομένην Σίρυγκα πόλινσυνέβαινε κεῖσθαι ʼκείνην οὐ μακρὰν τῆς Τάμβρακος, εἶναι δὲ τῆς Ὑρκανίας ὡς ἂν εἰ βασίλειον διά τε τὴν ὀχυρότητα καὶ τὴν ἄλλην εὐκαιρίαν10.31.7 ἔκρινε ταύτην ἐξελεῖν μετὰ βίας. ἀναλαβὼν οὖν τὴν δύναμιν προῆγε, καὶ περιστρατοπεδεύσας ἤρχετο τῆς πολιορκίας. 10.31.8 ἦν δὲ τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς ἐν ταῖς χωστρίσι χελώναις. τάφροι γὰρ ἦσαν τριτταί, πλάτος μὲν οὐκ ἔλαττον ἔχουσαι τριάκοντα πηχῶν, βάθος δὲ πεντεκαίδεκα· ἐπὶ δὲ τοῖς χείλεσιν ἑκάστης ἐπέκειτο χαρακώματα διπλᾶ καὶ τελευταῖον προτείχισμα δυνατόν. 10.31.9 συμπλοκαὶ μὲν οὖν ἐγίνοντο συνεχεῖς ἐπὶ τῶν ἔργων, ἐν αἷς οὐκ ἤνυον ἑκάτεροι φέροντες τοὺς νεκροὺς καὶ τοὺς τραυματίας διὰ τὸ μὴ μόνον ὑπὲρ γῆς, ἀλλὰ καὶ κατὰ γῆς διὰ τῶν ὀρυγμάτων ἐκ χειρὸς γίνεσθαι τοὺς κινδύνους. 10.31.10 οὐ μὴν ἀλλὰ τῷ πλήθει καὶ τῇ τοῦ βασιλέως ἐνεργείᾳ ταχέως συνέβη καὶ τὰς τάφρους χωσθῆναι καὶ τὸ τεῖχος πεσεῖν διὰ τῶν ὀρυγμάτων. 10.31.11 οὗ συμβάντος διατραπέντες οἱ βάρβαροι τοῖς ὅλοις, καὶ τοὺς μὲν Ἕλληνας κατασφάξαντες τοὺς ἐν τῇ πόλει, τὰ δʼ ἐπιφανέστατα τῶν σκευῶν διαρπάσαντες, νυκτὸς ἀπεχώρησαν. 10.31.12 δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων· οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον. 10.31.13 τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν.

Ἀχριανή, πόλις Ὑρκανίας. 10.31.14 Πολύβιος δεκάτῳ.

Καλλιόπη, πόλις Παρθυαίων. 10.31.15 Πολύβιος δεκάτῳ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.30 Polyb. 10.31 (English) >>Polyb. 10.32

Powered by PhiloLogic