Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.31.10 Polyb. 10.32.5 (English) >>Polyb. 10.32.12

10.32.2 αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥαβδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς τόπους. 10.32.3 τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκροβολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλκεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον. 10.32.4 οἷς τοῦ σκοποῦ σημήναντος ὅτι παραγίνονταί τινες κατʼ ἄκρον τὸν βουνὸν ὑπερδέξιοι ʼκείνων, ἐξαναστάντες καὶ παρὰ πλάγια ποιησάμενοι τὴν πορείαν ἀποτέμνονται τοὺς στρατηγοὺς καὶ διακλείουσιν ἀπὸ τῆς ἰδίας παρεμβολῆς. 10.32.5 καὶ τὸν μὲν Κλαύδιον εὐθέως ἐν τῇ πρώτῃ συμπλοκῇ καί τινας ἑτέρους ἅμα τούτῳ κατέβαλον, τοὺς δὲ λοιποὺς κατατραυματίσαντες διὰ τῶν κρημνῶν ἠνάγκασαν ἄλλον ἄλλῃ φεύγειν. 10.32.6 οἱ δʼ ἐν τῷ στρατοπέδῳ θεωροῦντες τὸ γινόμενον οὐδαμῶς ἠδυνήθησαν ἐπικουρῆσαι τοῖς κινδυνεύουσιν· ἔτι γὰρ ἀναβοώντων καὶ πρὸς τὸ συμβαῖνον ἐκπεπληγμένων, καὶ τῶν μὲν χαλινούντων τοὺς ἵππους, τῶν δὲ καθοπλιζομένων, πέρας εἶχε τὸ πρᾶγμα. καὶ τὸν υἱὸν τοῦ Κλαυδίου τραυματίαν, μόλις καὶ παραδόξως τὸν κίνδυνον διαπεφευγότα 10.32.7

Μάρκος μὲν οὖν ἀκακώτερον στρατηγικώτερον αὑτῷ χρησάμενος τοῖς δεδηλωμένοις περιέπεσε συμπτώμασιν· 10.32.8 ἐγὼ δὲ παρʼ ὅλην τὴν πραγματείαν πολλάκις ἀναγκάζομαι περὶ τῶν τοιούτων ὑπομιμνήσκειν τοὺς ἐντυγχάνοντας, θεωρῶν, εἰ καὶ περί τι τῶν τῆς στρατηγίας μερῶν ἄλλο, καὶ περὶ τοῦτο διαμαρτάνοντας τοὺς ἡγεμόνας, καίτοι προδήλου τῆς ἀγνοίας ὑπαρχούσης.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.31.10 Polyb. 10.32.5 (English) >>Polyb. 10.32.12

Powered by PhiloLogic