Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.32.7 Polyb. 10.33.1 (English) >>Polyb. 10.34.1

10.32.10 τί δʼ ἀγνοοῦντος ὅτι, κἄν ποτʼ ἀναγκάζωσιν οἱ καιροὶ πράττειν τι τῶν κατὰ μέρος, πολλοὺς δεῖ πρότερον ἀποθανεῖν τῶν συνόντων πρὶν τὸ δεινὸν ἐγγίσαι τοῖς προεστῶσι τῶν ὅλων; 10.32.11 δεῖ γὰρ ἐν Καρὶ τὴν πεῖραν, ὡς παροιμία φησίν, οὐκ ἐν τῷ στρατηγῷ γίνεσθαι. 10.32.12 τὸ μὲν γὰρ λέγειν ὡς οὐκ ἂν ᾠόμην τίς γὰρ ἂν ἤλπισε τοῦτο γενέσθαι; μέγιστον εἶναί μοι δοκεῖ σημεῖον ἀπειρίας στρατηγικῆς καὶ βραδυτῆτος.

10.33.1

Διὸ καὶ τὸν Ἀννίβαν κατὰ πολλοὺς τρόπους ἀγαθὸν ἡγεμόνα κρίνων, 10.33.2 κατὰ τοῦτο μάλιστά τις ἂν ἐπισημήναιτο, διότι πολλοὺς μὲν χρόνους ἐν τῇ πολεμίᾳ διατρίψας, πολλοῖς δὲ καιροῖς καὶ ποικίλοις χρησάμενος, ἔσφηλε μὲν τοὺς ὑπεναντίους πολλάκις ἐν ταῖς κατὰ μέρος χρείαις διὰ τὴν ἰδίαν ἀγχίνοιαν, ἐσφάλη δʼ οὐδέποτε τοσούτους καὶ τηλικούτους ἀγῶνας χειρίσας· 10.33.3 τοιαύτην ἐποιεῖτο τὴν πρόνοιαν, ὡς ἔοικε, περὶ τῆς ἀσφαλείας αὑτοῦ. καὶ μάλʼ εἰκότως· ἀκεραίου μὲν γὰρ καὶ σῳζομένου τοῦ προεστῶτος, 10.33.4 κἄν ποτε πέσῃ τὰ ὅλα, πολλὰς ἀφορμὰς τύχη δίδωσι πρὸς τὸ πάλιν ἀνακτήσασθαι τὰς ἐκ τῶν περιπετειῶν ἐλαττώσεις· 10.33.5 πταίσαντος δέ, καθάπερ ἐν νηὶ τοῦ κυβερνήτου, κἂν τὸ νικᾶν τύχη τοῖς πολλοῖς παραδιδῷ κρατεῖν τῶν ἐχθρῶν, οὐδὲν ὄφελος γίνεται διὰ τὸ πάσας ἐξηρτῆσθαι τὰς ἐλπίδας ἑκάστοις ἐκ τῶν ἡγουμένων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.32.7 Polyb. 10.33.1 (English) >>Polyb. 10.34.1

Powered by PhiloLogic