Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.32.7 Polyb. 10.33.3 (English) >>Polyb. 10.34.2

10.32.12 τὸ μὲν γὰρ λέγειν ὡς οὐκ ἂν ᾠόμην τίς γὰρ ἂν ἤλπισε τοῦτο γενέσθαι; μέγιστον εἶναί μοι δοκεῖ σημεῖον ἀπειρίας στρατηγικῆς καὶ βραδυτῆτος.

10.33.1

Διὸ καὶ τὸν Ἀννίβαν κατὰ πολλοὺς τρόπους ἀγαθὸν ἡγεμόνα κρίνων, 10.33.2 κατὰ τοῦτο μάλιστά τις ἂν ἐπισημήναιτο, διότι πολλοὺς μὲν χρόνους ἐν τῇ πολεμίᾳ διατρίψας, πολλοῖς δὲ καιροῖς καὶ ποικίλοις χρησάμενος, ἔσφηλε μὲν τοὺς ὑπεναντίους πολλάκις ἐν ταῖς κατὰ μέρος χρείαις διὰ τὴν ἰδίαν ἀγχίνοιαν, ἐσφάλη δʼ οὐδέποτε τοσούτους καὶ τηλικούτους ἀγῶνας χειρίσας· 10.33.3 τοιαύτην ἐποιεῖτο τὴν πρόνοιαν, ὡς ἔοικε, περὶ τῆς ἀσφαλείας αὑτοῦ. καὶ μάλʼ εἰκότως· ἀκεραίου μὲν γὰρ καὶ σῳζομένου τοῦ προεστῶτος, 10.33.4 κἄν ποτε πέσῃ τὰ ὅλα, πολλὰς ἀφορμὰς τύχη δίδωσι πρὸς τὸ πάλιν ἀνακτήσασθαι τὰς ἐκ τῶν περιπετειῶν ἐλαττώσεις· 10.33.5 πταίσαντος δέ, καθάπερ ἐν νηὶ τοῦ κυβερνήτου, κἂν τὸ νικᾶν τύχη τοῖς πολλοῖς παραδιδῷ κρατεῖν τῶν ἐχθρῶν, οὐδὲν ὄφελος γίνεται διὰ τὸ πάσας ἐξηρτῆσθαι τὰς ἐλπίδας ἑκάστοις ἐκ τῶν ἡγουμένων. 10.33.6 ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς διὰ κενοδοξίαν μειρακιώδει παραστάσει περιπίπτοντας τοῖς τοιούτοις ἀλογήμασιν διʼ ἀπειρίαν διὰ καταφρόνησιν· 10.33.7 ἓν γὰρ ἀεί τι τῶν προειρημένων αἴτιον γίνεται τῶν τοιούτων περιπετειῶν. —

Οἱ δὲ καταρράκτας,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.32.7 Polyb. 10.33.3 (English) >>Polyb. 10.34.2

Powered by PhiloLogic