Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.35.2 Polyb. 10.36.1 (English) >>Polyb. 10.37.2

10.35.7 τότε δὲ νομίσαντες ἔχειν εὐφυῆ καιρόν, ἀναλαβόντες τὰς ἑαυτῶν δυνάμεις ἐκ τῆς Καρχηδονίων παρεμβολῆς νυκτὸς ἀπεχώρησαν εἴς τινας ἐρυμνοὺς τόπους καὶ δυναμένους αὐτοῖς τὴν ἀσφάλειαν παρασκευάζειν. 10.35.8 οὗ γενομένου καὶ τῶν ἄλλων Ἰβήρων συνέβη τοὺς πλείστους ἀπολιπεῖν Ἀσδρούβαν, πάλαι μὲν βαρυνομένους ὑπὸ τῆς τῶν Καρχηδονίων ἀγερωχίας, τότε δὲ πρῶτον καιρὸν λαβόντας εἰς τὸ φανερὰν ποιῆσαι τὴν αὑτῶν προαίρεσιν.

10.36.1

δὴ καὶ περὶ πολλοὺς ἤδη γέγονε. μεγάλου γὰρ ὄντος, ὡς πλεονάκις ἡμῖν εἴρηται, τοῦ κατορθοῦν ἐν πράγμασι καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐν ταῖς ἐπιβολαῖς, πολλῷ μείζονος ἐμπειρίας προσδεῖται καὶ φυλακῆς τὸ καλῶς χρήσασθαι τοῖς κατορθώμασι· 10.36.2 διὸ καὶ πολλαπλασίους ἂν εὕροι τις τοὺς ἐπὶ προτερημάτων γεγονότας τῶν καλῶς τοῖς προτερήμασι κεχρημένων. καὶ τότε περὶ τοὺς Καρχηδονίους συνέβη γενέσθαι. 10.36.3 μετὰ γὰρ τὸ νικῆσαι μὲν τὰς Ῥωμαίων δυνάμεις, ἀποκτεῖναι δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους, Πόπλιον καὶ Γνάϊον, ὑπολαβόντες ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν Ἰβηρίαν, ὑπερηφάνως ἐχρῶντο τοῖς κατὰ τὴν χώραν. 10.36.4 τοιγαροῦν ἀντὶ συμμάχων καὶ φίλων πολεμίους ἔσχον τοὺς ὑποταττομένους. 10.36.5 καὶ τοῦτʼ εἰκότως ἔπαθον· ἄλλως μὲν γὰρ ἐπειδήπερ ὑπέλαβον δεῖν κτᾶσθαι τὰς ἀρχάς, ἄλλως δὲ τηρεῖν, οὐκ ἔμαθον διότι κάλλιστα φυλάττουσι τὰς ὑπεροχὰς οἱ κάλλιστα διαμείναντες ἐπὶ τῶν αὐτῶν προαιρέσεων, αἷς ἐξ ἀρχῆς κατεκτήσαντο τὰς δυναστείας,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.35.2 Polyb. 10.36.1 (English) >>Polyb. 10.37.2

Powered by PhiloLogic