Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.38.1 Polyb. 10.38.8 (English) >>Polyb. 10.39.4

10.38.5 ἦν δὲ τὸ συνέχον τῶν ὁμολογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις. 10.38.6 γενομένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν. 10.38.7

δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων· 10.38.8 πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας. 10.38.9 δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν. 10.38.10 οὐ μὴν ἀλλὰ προσανασχὼν δύʼ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων.

10.39.1

Τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μάχην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσβάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν πολεμίων ἐφεδρείας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.38.1 Polyb. 10.38.8 (English) >>Polyb. 10.39.4

Powered by PhiloLogic