Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.38.3 Polyb. 10.39.1 (English) >>Polyb. 10.39.6

10.38.8 πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας. 10.38.9 δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν. 10.38.10 οὐ μὴν ἀλλὰ προσανασχὼν δύʼ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων.

10.39.1

Τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μάχην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσβάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν πολεμίων ἐφεδρείας. 10.39.2 τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον· θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρʼ αὑτῶν πιεζομένους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.38.3 Polyb. 10.39.1 (English) >>Polyb. 10.39.6

Powered by PhiloLogic