Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.38.8 Polyb. 10.39.5 (English) >>Polyb. 10.39.9

10.39.2 τῶν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον· θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρʼ αὑτῶν πιεζομένους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις. 10.39.3 κατὰ δὲ τὸν καιρὸν τοῦτον Πόπλιος τοὺς μὲν εὐζώνους ἅπαντας ἐπαφῆκε, συντάξας βοηθεῖν τοῖς προκινδυνεύουσι, τοὺς δὲ λοιποὺς ἑτοίμους ἔχων, τοὺς μὲν ἡμίσεις αὐτὸς ἔχων, περιελθὼν τὴν ὀφρὺν κατὰ τὸ λαιὸν τῶν ὑπεναντίων, προσέβαλλε τοῖς Καρχηδονίοις, 10.39.4 τοὺς δʼ ἡμίσεις Λαιλίῳ δοὺς ὁμοίως παρήγγειλε τὴν ἔφοδον ἐπὶ τὰ δεξιὰ μέρη τῶν πολεμίων. 10.39.5 οὗ συμβαίνοντος μὲν Ἀσδρούβας ἀκμὴν ἐκ τῆς στρατοπεδείας ἐξῆγε τὴν δύναμιν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐπέμενε πιστεύων τοῖς τόποις καὶ πεπεισμένος μηδέποτε τολμήσειν τοὺς πολεμίους ἐγχειρεῖν αὐτοῖς· διὸ παρὰ τὴν προσδοκίαν γεγενημένης τῆς ἐπιθέσεως καθυστέρει τῆς ἐκτάξεως. 10.39.6 οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινουμένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπίπτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλοντας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.38.8 Polyb. 10.39.5 (English) >>Polyb. 10.39.9

Powered by PhiloLogic