Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.39.2 Polyb. 10.39.9 (English) >>Polyb. 10.40.6

10.39.6 οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινουμένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπίπτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλοντας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον. 10.39.7 Ἀσδρούβας δὲ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμούς, θεωρῶν κλινούσας καὶ διατετραμμένας τὰς αὑτοῦ δυνάμεις, τὸ μὲν ψυχομαχεῖν μέχρι τῆς ἐσχάτης ἐλπίδος ἀπεδοκίμαζε, 10.39.8 λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασάμενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς ταύτῃ κατοικοῦντας Γαλάτας. 10.39.9 Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατηγῶν τὴν ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν.

10.40.1

Εἰς δὲ τὴν ἐπαύριον συναθροίσας τὸ τῶν αἰχμαλώτων πλῆθος, ὧν ἦσαν πεζοὶ μὲν εἰς μυρίους, ἱππεῖς δὲ πλείους δισχιλίων, ἐγίνετο περὶ τὴν τούτων οἰκονομίαν. 10.40.2 τῶν δʼ Ἰβήρων ὅσοι κατὰ τοὺς προειρημένους τόπους Καρχηδονίοις τότε συνεμάχουν, ἧκον ἐγχειρίζοντες σφᾶς αὐτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, κατὰ δὲ τὰς ἐντεύξεις βασιλέα προσεφώνουν τὸν Πόπλιον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.39.2 Polyb. 10.39.9 (English) >>Polyb. 10.40.6

Powered by PhiloLogic