Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.40.7 Polyb. 10.40.11 (English) >>Polyb. 10.41.5

10.40.9 Πόπλιος δὲ τοσοῦτον ὑπερέθετο μεγαλοψυχίᾳ τοὺς ἄλλους ἀνθρώπους ὡς οὗ μεῖζον ἀγαθὸν εὔξασθαί τις τοῖς θεοῖς οὐ τολμήσειε, λέγω δὲ βασιλείας, τοῦτʼ ἐκεῖνος πολλάκις ὑπὸ τῆς τύχης αὐτῷ δεδομένον ἀπηξίωσε, καὶ περὶ πλείονος ἐποιήσατο τὴν πατρίδα καὶ τὴν ταύτης πίστιν τῆς περιβλέπτου καὶ μακαριστῆς βασιλείας. 10.40.10 πλὴν τότε γε διαλέξας ἐκ τῶν αἰχμαλώτων τοὺς Ἴβηρας, τούτους μὲν ἀπέλυσε χωρὶς λύτρων πάντας εἰς τὰς ἑαυτῶν πατρίδας, τῶν δʼ ἵππων τριακοσίους κελεύσας ἐκλέξαι τοῖς περὶ τὸν Ἀνδοβάλην τοὺς λοιποὺς διέδωκε τοῖς ἀνίπποις. 10.40.11 καὶ τὸ λοιπὸν ἤδη μεταλαβὼν τὴν τῶν Καρχηδονίων στρατοπεδείαν διὰ τὴν τῶν τόπων εὐφυΐαν, αὐτὸς μὲν ἔμενε καραδοκῶν τοὺς καταλειπομένους τῶν Καρχηδονίων στρατηγούς, ἐπὶ δὲ τὰς ὑπερβολὰς τῶν Πυρηναίων ὀρέων ἐξαπέστειλε τοὺς τηρήσοντας τὸν Ἀσδρούβαν. 10.40.12 μετὰ δὲ ταῦτα, τῆς ὥρας ἤδη συναπτούσης, ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς Ταρράκωνʼ, ἐν τούτοις τοῖς τόποις ποιεῖσθαι τὴν παραχειμασίαν.

VII. Res Graeciae 10.41.1

Οἱ μὲν Αἰτωλοί, προσφάτως ἐπηρμένοι ταῖς ἐλπίσιν ἐπὶ τῇ Ῥωμαίων καὶ τῇ τοῦ βασιλέως Ἀττάλου παρουσίᾳ, πάντας ἐξέπληττον καὶ πᾶσιν ἐπέκειντο κατὰ γῆν, οἱ δὲ περὶ τὸν Ἄτταλον καὶ Πόπλιον κατὰ θάλατταν. 10.41.2 διόπερ ἧκον Ἀχαιοὶ μὲν παρακαλοῦντες τὸν Φίλιππον βοηθεῖν· οὐ γὰρ μόνον τοὺς Αἰτωλοὺς ἠγωνίων, ἀλλὰ καὶ τὸν Μαχανίδαν διὰ τὸ προκαθῆσθαι μετὰ τῆς δυνάμεως ἐπὶ τοῖς τῶν Ἀργείων ὅροις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.40.7 Polyb. 10.40.11 (English) >>Polyb. 10.41.5

Powered by PhiloLogic