Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.39.6 Polyb. 10.40.2 (English) >>Polyb. 10.40.7

10.39.8 λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασάμενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς ταύτῃ κατοικοῦντας Γαλάτας. 10.39.9 Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατηγῶν τὴν ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν.

10.40.1

Εἰς δὲ τὴν ἐπαύριον συναθροίσας τὸ τῶν αἰχμαλώτων πλῆθος, ὧν ἦσαν πεζοὶ μὲν εἰς μυρίους, ἱππεῖς δὲ πλείους δισχιλίων, ἐγίνετο περὶ τὴν τούτων οἰκονομίαν. 10.40.2 τῶν δʼ Ἰβήρων ὅσοι κατὰ τοὺς προειρημένους τόπους Καρχηδονίοις τότε συνεμάχουν, ἧκον ἐγχειρίζοντες σφᾶς αὐτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, κατὰ δὲ τὰς ἐντεύξεις βασιλέα προσεφώνουν τὸν Πόπλιον. 10.40.3 πρῶτον μὲν οὖν ἐποίησε τοῦτο καὶ προσεκύνησε πρῶτος Ἐδεκών, μετὰ δὲ τοῦτον οἱ περὶ τὸν Ἀνδοβάλην. τότε μὲν οὖν ἀνεπιστάτως αὐτὸν παρέδραμε τὸ ῥηθέν· 10.40.4 μετὰ δὲ τὴν μάχην ἁπάντων βασιλέα προσφωνούντων, εἰς ἐπίστασιν ἤγαγε τὸν Πόπλιον τὸ γινόμενον. 10.40.5 διὸ καὶ συναθροίσας τοὺς Ἴβηρας βασιλικὸς μὲν ἔφη βούλεσθαι καὶ λέγεσθαι παρὰ πᾶσι καὶ ταῖς ἀληθείαις ὑπάρχειν, βασιλεύς γε μὴν οὔτʼ εἶναι θέλειν οὔτε λέγεσθαι παρʼ οὐδενί. ταῦτα δʼ εἰπὼν παρήγγειλε στρατηγὸν αὑτὸν προσφωνεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.39.6 Polyb. 10.40.2 (English) >>Polyb. 10.40.7

Powered by PhiloLogic