Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.41.3 Polyb. 10.41.8 (English) >>Polyb. 10.42.7

10.41.6 δοκεῖ δέ μοι τὰς τοιαύτας περιστάσεις εὐλόγως ἄν τις ἐπισημήνασθαι καὶ συνεφιστάνειν τοὺς ἀναγινώσκοντας, ἐν αἷς πεῖρα καὶ βάσανος ἀληθινὴ γίνεται κατὰ τάς τε ψυχικὰς ὁρμὰς καὶ τὰς σωματικὰς δυνάμεις τῶν ἡγεμόνων. 10.41.7 καθάπερ γὰρ ἐν ταῖς κυνηγεσίαις τὰ ζῷα τότε διάδηλα γίνεται κατὰ τὴν ἀλκὴν καὶ τὴν δύναμιν, ὅταν τὸ δεινὸν αὐτὰ περιστῇ πανταχόθεν, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἡγουμένων. δὴ τότε μάλιστα συνιδεῖν ἦν γινόμενον ὑπὸ τοῦ Φιλίππου· 10.41.8 τὰς μὲν γὰρ πρεσβείας ἀπέλυσε πάσας, ἑκάστοις τὰ δυνατὰ ποιήσειν ἐπαγγειλάμενος, τῷ δὲ πολέμῳ πανταχόθεν ἐπεῖχε, καραδοκῶν πῇ καὶ πρὸς τίνα πρῶτον δεήσει

10.42.1

ποιεῖσθαι τὴν ὁρμήν. προσπεσόντος δʼ αὐτῷ κατὰ τὸν καιρὸν τοῦτον τοὺς περὶ τὸν Ἄτταλον διάραντας καὶ προσορμήσαντας τῇ Πεπαρήθῳ κατεσχηκέναι τὴν χώραν, τούτοις μὲν ἐξαπέστειλε τοὺς παραφυλάξοντας τὴν πόλιν, 10.42.2 εἰς δὲ Φωκέας καὶ τοὺς κατὰ τὴν Βοιωτίαν τόπους Πολυφάνταν ἐξέπεμψε μετὰ συμμέτρου δυνάμεως, εἰς δὲ Χαλκίδα καὶ τὴν ἄλλην Εὔβοιαν Μένιππον, ἔχοντα πελταστὰς χιλίους, Ἀγριᾶνας πεντακοσίους. 10.42.3 αὐτὸς δὲ προῆγε ποιούμενος τὴν πορείαν εἰς Σκοτοῦσαν, παραπλησίως δὲ καὶ τοῖς Μακεδόσιν εἰς ταύτην τὴν πόλιν παρήγγειλεν ἀπαντᾶν. 10.42.4 πυθόμενος δὲ τοὺς περὶ τὸν Ἄτταλον εἰς Νίκαιαν καταπεπλευκέναι, τῶν δʼ Αἰτωλῶν τοὺς ἄρχοντας εἰς Ἡράκλειαν ἁθροίζεσθαι χάριν τοῦ κοινολογηθῆναι πρὸς ἀλλήλους ὑπὲρ τῶν ἐνεστώτων, ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Σκοτούσης ὥρμησε σπεύδων καταταχῆσαι καὶ πτοήσας διασῦραι τὴν σύνοδον αὐτῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.41.3 Polyb. 10.41.8 (English) >>Polyb. 10.42.7

Powered by PhiloLogic