10.43.2 ὅτι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι μεγάλην ἔχει μερίδα πρὸς τὰς ἐπιβολάς, μεγίστην δʼ ἐν τοῖς πολεμικοῖς, παντὶ δῆλον· τῶν δὲ πρὸς τοῦτο συναγωνισμάτων πλείστην ἔχουσι δύναμιν οἱ πυρσοί.
10.43.3 ἄρτι γὰρ τὰ μὲν γέγονε, τινὰ δʼ ἀκμὴν ἐνεργεῖται καὶ δυνατόν ἐστι γινώσκειν, ᾧ μέλει, ποτὲ μὲν ἡμερῶν τριῶν ἢ τεττάρων ὁδὸν ἀπέχοντι, ποτὲ δὲ καὶ πλειόνων.
10.43.4 ὥστʼ ἀεὶ τοῖς δεομένοις πράγμασιν ἐπικουρίας παράδοξον γίνεσθαι τὴν βοήθειαν διὰ τῆς τῶν πυρσῶν ἀπαγγελίας.
10.43.5 τὸν μὲν οὖν πρὸ τούτου χρόνον ἁπλῆς γινομένης τῆς πυρσείας κατὰ τὸ πλεῖστον αὐτὴν ἀνωφελῆ συνέβαινε γίνεσθαι τοῖς χρωμένοις.
10.43.6 διὰ γὰρ συνθημάτων ὡρισμένων ἔδει τὴν χρείαν συντελεῖν· τῶν δὲ πραγμάτων ἀορίστων ὑπαρχόντων τὰ πλεῖστα διέφυγε τὴν τῶν πυρσῶν χρείαν, οἷον ἐπʼ αὐτῶν τῶν νῦν εἰρημένων.
10.43.7 ὅτι μὲν οὖν εἰς Ὠρεὸν καὶ Πεπάρηθον ἢ Χαλκίδα πάρεστι στόλος, δυνατὸν ἦν διασαφεῖν τοῖς περὶ τούτου συνθεμένοις·
10.43.8 ὅτι δὲ μεταβάλλονταί τινες τῶν πολιτῶν ἢ προδιδόασιν, ἢ φόνος ἐν τῇ πόλει γέγονεν, ἤ τι τῶν τοιούτων, ἃ δὴ συμβαίνει μὲν πολλάκις, πρόληψιν δʼ ἔχειν πάντων ἀδύνατον —
10.43.9 μάλιστα δὲ τὰ παραδόξως γινόμενα τῆς ἐκ τοῦ καιροῦ συμβουλίας καὶ ἐπικουρίας προσδεῖται — τὰ τοιαῦτα πάντα διέφυγε τὴν τῶν πυρσῶν χρείαν.