Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.45.6 Polyb. 10.45.12 (English) >>Polyb. 10.46.8

10.45.9 κἄπειτα συνθέσθαι πρὸς αὑτοὺς διότι τοὺς μὲν πρώτους ἀρεῖ πυρσοὺς μέλλων σημαίνειν ἅμα καὶ δύο καὶ μενεῖ μέχρις ἂν ἕτερος ἀνταίρῃ. 10.45.10 τοῦτο δʼ ἔσται χάριν τοῦ διὰ ταύτης τῆς πυρσείας ἑαυτοῖς ἀνθομολογήσασθαι διότι προσέχουσι. 10.45.11 καθαιρεθέντων δὲ τούτων λοιπὸν σημαίνων ἀρεῖ μὲν τοὺς πρώτους ἐκ τῶν εὐωνύμων, διασαφῶν τὸ πλατεῖον ποῖον δεήσει σκοπεῖν, οἷον ἐὰν μὲν τὸ πρῶτον, ἕνʼ, ἂν δὲ τὸ δεύτερον, δύο, καὶ κατὰ λόγον οὕτω· 10.45.12 τοὺς δὲ δευτέρους ἐκ τῶν δεξιῶν κατὰ τὸν αὐτὸν λόγον, ποῖον δεήσει γράμμα τῶν ἐκ τοῦ πλατείου γράφειν αὖ τὸν ἀποδεχόμενον τὴν πυρσείαν.

10.46.1

Ὅταν δὲ ταῦτα συνθέμενοι χωρισθῶσιν, ἑκάτερον ἐπὶ τοῦ τόπου δεήσει πρῶτον μὲν διόπτραν ἔχειν δύʼ αὐλίσκους ἔχουσαν, ὥστε τοῦ μέλλοντος ἀντιπυρσεύειν τῷ μὲν τὸν δεξιὸν τόπον, τῷ δὲ τὸν εὐώνυμον δύνασθαι θεωρεῖν. 10.46.2 παρὰ δὲ τὴν διόπτραν ἑξῆς ὀρθὰ δεῖ τὰ πλατεῖα πεπηγέναι, 10.46.3 παραπεφράχθαι δὲ καὶ τὸν δεξιὸν καὶ τὸν εὐώνυμον τόπον ἐπὶ δέκα πόδας, τὸ δὲ βάθος ὡς ἀνδρόμηκες, εἰς τὸ τοὺς πυρσοὺς αἰρομένους μὲν παρὰ ταῦτα τὴν φάσιν ἀκριβῆ ποιεῖν, καθαιρουμένους δὲ τὴν κρύψιν. 10.46.4 τούτων δʼ ἑτοιμασθέντων παρʼ ἀμφοτέροις, ὅταν βούλῃ δηλῶσαι λόγου χάριν διότι τῶν στρατιωτῶν τινες εἰς ἑκατὸν ἀποκεχωρήκασι πρὸς τοὺς ὑπεναντίους, πρῶτον δεῖ διαλέξαι τῶν λέξεων, ὅσαι διʼ ἐλαχίστων γραμμάτων δύνανται ταὐτὸ δηλοῦν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.45.6 Polyb. 10.45.12 (English) >>Polyb. 10.46.8

Powered by PhiloLogic