Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.45 Polyb. 10.46 (English) >>Polyb. 10.47

10.46.1

Ὅταν δὲ ταῦτα συνθέμενοι χωρισθῶσιν, ἑκάτερον ἐπὶ τοῦ τόπου δεήσει πρῶτον μὲν διόπτραν ἔχειν δύʼ αὐλίσκους ἔχουσαν, ὥστε τοῦ μέλλοντος ἀντιπυρσεύειν τῷ μὲν τὸν δεξιὸν τόπον, τῷ δὲ τὸν εὐώνυμον δύνασθαι θεωρεῖν. 10.46.2 παρὰ δὲ τὴν διόπτραν ἑξῆς ὀρθὰ δεῖ τὰ πλατεῖα πεπηγέναι, 10.46.3 παραπεφράχθαι δὲ καὶ τὸν δεξιὸν καὶ τὸν εὐώνυμον τόπον ἐπὶ δέκα πόδας, τὸ δὲ βάθος ὡς ἀνδρόμηκες, εἰς τὸ τοὺς πυρσοὺς αἰρομένους μὲν παρὰ ταῦτα τὴν φάσιν ἀκριβῆ ποιεῖν, καθαιρουμένους δὲ τὴν κρύψιν. 10.46.4 τούτων δʼ ἑτοιμασθέντων παρʼ ἀμφοτέροις, ὅταν βούλῃ δηλῶσαι λόγου χάριν διότι τῶν στρατιωτῶν τινες εἰς ἑκατὸν ἀποκεχωρήκασι πρὸς τοὺς ὑπεναντίους, πρῶτον δεῖ διαλέξαι τῶν λέξεων, ὅσαι διʼ ἐλαχίστων γραμμάτων δύνανται ταὐτὸ δηλοῦν, 10.46.5 οἷον ἀντὶ τοῦ προειρημένου Κρῆτες ἑκατὸν ἀφʼ ἡμῶν ηὐτομόλησαν. νῦν γὰρ τὰ μὲν γράμματʼ ἐστὶν ἐλάττω τῶν ἡμίσεων, διασαφεῖται δὲ ταὐτόν. 10.46.6 τούτου δὲ γραφέντος εἰς πινάκιον, οὕτω δηλωθήσεται τοῖς πυρσοῖς. πρῶτον δʼ ἐστὶ γράμμα τὸ κάππα· 10.46.7 τοῦτο δʼ ἐστὶν ἐν τῇ δευτέρᾳ μερίδι καὶ τῷ δευτέρῳ πλατείῳ. δεήσει δὲ καὶ πυρσοὺς ἐκ τῶν εὐωνύμων δύʼ αἴρειν, ὥστε τὸν ἀποδεχόμενον γινώσκειν ὅτι δεῖ τὸ δεύτερον πλατεῖον ἐπισκοπεῖν. 10.46.8 εἶτʼ ἐκ τῶν δεξιῶν ἀρεῖ πέντε, διασαφῶν ὅτι κάππα· τοῦτο γὰρ πέμπτον ἐστὶ τῆς δευτέρας μερίδος, δεήσει γράφειν εἰς τὸ πινάκιον τὸν ἀποδεχόμενον τοὺς πυρσούς. 10.46.9 εἶτα τέτταρας ἐκ τῶν εὐωνύμων, ἐπεὶ τὸ ῥῶ τῆς τετάρτης ἐστὶ μερίδος. εἶτα δύο πάλιν ἐκ τῶν δεξιῶν· δεύτερον γάρ ἐστι τῆς τετάρτης. ἐξ οὗ τὸ ῥῶ γράφει δεχόμενος τοὺς πυρσούς· καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. 10.46.10 προδηλοῦται μὲν οὖν πᾶν τὸ προσπῖπτον ὡρισμένως κατὰ ταύτην τὴν ἐπίνοιαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.45 Polyb. 10.46 (English) >>Polyb. 10.47

Powered by PhiloLogic