Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.46.3 Polyb. 10.46.10 (English) >>Polyb. 10.47.9

10.46.8 εἶτʼ ἐκ τῶν δεξιῶν ἀρεῖ πέντε, διασαφῶν ὅτι κάππα· τοῦτο γὰρ πέμπτον ἐστὶ τῆς δευτέρας μερίδος, δεήσει γράφειν εἰς τὸ πινάκιον τὸν ἀποδεχόμενον τοὺς πυρσούς. 10.46.9 εἶτα τέτταρας ἐκ τῶν εὐωνύμων, ἐπεὶ τὸ ῥῶ τῆς τετάρτης ἐστὶ μερίδος. εἶτα δύο πάλιν ἐκ τῶν δεξιῶν· δεύτερον γάρ ἐστι τῆς τετάρτης. ἐξ οὗ τὸ ῥῶ γράφει δεχόμενος τοὺς πυρσούς· καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. 10.46.10 προδηλοῦται μὲν οὖν πᾶν τὸ προσπῖπτον ὡρισμένως κατὰ ταύτην τὴν ἐπίνοιαν,

10.47.1

πολλοὶ δὲ γίνονθʼ οἱ πυρσοὶ διὰ τὸ δεῖν ὑπὲρ ἑκάστου γράμματος διττὰς ποιεῖσθαι τὰς πυρσείας. 10.47.2 οὐ μὴν ἀλλʼ ἐάν τις εὐτρεπῆ ποιήσῃ τὰ πρὸς τὸ πρᾶγμα, δύναται γίνεσθαι τὸ δέον. 10.47.3 καθʼ ἑκατέραν δὲ τὴν ἐπίνοιαν προμελετᾶν δεῖ τοὺς χειρίζοντας, ἵνα τῆς χρείας γινομένης ἀδιαπτώτως δύνωνται διασαφεῖν ἀλλήλοις. 10.47.4 πηλίκην δὲ συμβαίνει φαίνεσθαι τὴν διαφορὰν ἐπὶ τῶν αὐτῶν πραγμάτων πρῶτον λεγομένων καὶ πάλιν κατὰ συνήθειαν γινομένων, ἐκ πολλῶν εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν. 10.47.5 πολλὰ γὰρ οὐ μόνον τῶν δυσχερῶν, ἀλλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων κατὰ τὰς ἀρχάς, μετὰ ταῦτα χρόνου καὶ συνηθείας τυχόντα ῥᾷστα πάντων ἐπιτελεῖται. 10.47.6 τοῦ δὲ τοιούτου λόγου παραδείγματα μὲν πολλὰ καὶ ἕτερα πρὸς πίστιν, ἐναργέστατον δὲ τὸ γινόμενον ἐπὶ τῆς ἀναγνώσεως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.46.3 Polyb. 10.46.10 (English) >>Polyb. 10.47.9

Powered by PhiloLogic