Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.47.2 Polyb. 10.47.10 (English) >>Polyb. 10.48.5

10.47.8 δῆλον ὡς οὐκ ἂν δύναιτο πιστεῦσαι διότι δεῖ πρῶτον ἐπὶ τὰς ὄψεις τὰς ἑνὸς ἑκάστου τῶν γραμμάτων ἐπιστῆσαι τὸν ἀναγινώσκοντα, δεύτερον ἐπὶ τὰς δυνάμεις, τρίτον ἐπὶ τὰς πρὸς ἄλληλα συμπλοκάς, ὧν ἕκαστον ποσοῦ χρόνου τινὸς δεῖται. 10.47.9 διόπερ ὅταν ἀνεπιστάτως θεωρῇ τὸ παιδάριον ὑπὸ τὴν ἀναπνοὴν ἑπτὰ καὶ πέντε στίχους συνεῖρον, οὐκ ἂν εὐχερῶς δύναιτο πιστεῦσαι διότι πρότερον οὗτος οὐκ ἀνέγνωκε τὸ βυβλίον· 10.47.10 εἰ δὲ καὶ τὴν ὑπόκρισιν καὶ τὰς διαιρέσεις, ἔτι δὲ δασύτητας καὶ ψιλότητας δύναιτο συσσῴζειν, οὐδὲ τελέως. 10.47.11 διόπερ οὐκ ἀποστατέον οὐδενὸς τῶν χρησίμων διὰ τὰς προφαινομένας δυσχερείας, προσακτέον δὲ τὴν ἕξιν, πάντα τὰ καλὰ γίνεται θηρατὰ τοῖς ἀνθρώποις, ἄλλως τε καὶ περὶ τῶν τοιούτων, ἐν οἷς πολλάκις κεῖται τὸ συνέχον τῆς σωτηρίας. 10.47.12

Ταῦτα μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν προήχθημεν εἰπεῖν. ἔφαμεν γὰρ πάντα τὰ θεωρήματα καθʼ ἡμᾶς ἐπὶ τοσοῦτον εἰληφέναι τὰς προκοπάς, ὥστε τῶν πλείστων τρόπον τινὰ μεθοδικὰς εἶναι τὰς ἐπιστήμας. 10.47.13 διὸ καὶ τοῦτο γίνεται τῆς δεόντως ἱστορίας συντεταγμένης ὠφελιμώτατον.

VIII. Res Asiae 10.48.1

Οἱ δʼ Ἀπασιάκαι κατοικοῦσι μὲν ἀνὰ μέσον Ὄξου καὶ Τανάιδος, ὧν μὲν εἰς τὴν Ὑρκανίαν ἐμβάλλει θάλατταν, δὲ Τάναϊς ἐξίησιν εἰς τὴν Μαιῶτιν λίμνην· εἰσὶ δʼ ἑκάτεροι κατὰ τὸ μέγεθος πλωτοί.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.47.2 Polyb. 10.47.10 (English) >>Polyb. 10.48.5

Powered by PhiloLogic