10.47.9 διόπερ ὅταν ἀνεπιστάτως θεωρῇ τὸ παιδάριον ὑπὸ τὴν ἀναπνοὴν ἑπτὰ καὶ πέντε στίχους συνεῖρον, οὐκ ἂν εὐχερῶς δύναιτο πιστεῦσαι διότι πρότερον οὗτος οὐκ ἀνέγνωκε τὸ βυβλίον·
10.47.10 εἰ δὲ καὶ τὴν ὑπόκρισιν καὶ τὰς διαιρέσεις, ἔτι δὲ δασύτητας καὶ ψιλότητας δύναιτο συσσῴζειν, οὐδὲ τελέως.
10.47.11 διόπερ οὐκ ἀποστατέον οὐδενὸς τῶν χρησίμων διὰ τὰς προφαινομένας δυσχερείας, προσακτέον δὲ τὴν ἕξιν, ᾗ πάντα τὰ καλὰ γίνεται θηρατὰ τοῖς ἀνθρώποις, ἄλλως τε καὶ περὶ τῶν τοιούτων, ἐν οἷς πολλάκις κεῖται τὸ συνέχον τῆς σωτηρίας.
10.47.12
Ταῦτα μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν προήχθημεν εἰπεῖν. ἔφαμεν γὰρ πάντα τὰ θεωρήματα καθʼ ἡμᾶς ἐπὶ τοσοῦτον εἰληφέναι τὰς προκοπάς, ὥστε τῶν πλείστων τρόπον τινὰ μεθοδικὰς εἶναι τὰς ἐπιστήμας.
10.47.13 διὸ καὶ τοῦτο γίνεται τῆς δεόντως ἱστορίας συντεταγμένης ὠφελιμώτατον.
VIII. Res Asiae
10.48.1
Οἱ δʼ Ἀπασιάκαι κατοικοῦσι μὲν ἀνὰ μέσον Ὄξου καὶ Τανάιδος, ὧν ὁ μὲν εἰς τὴν Ὑρκανίαν ἐμβάλλει θάλατταν, ὁ δὲ Τάναϊς ἐξίησιν εἰς τὴν Μαιῶτιν λίμνην· εἰσὶ δʼ ἑκάτεροι κατὰ τὸ μέγεθος πλωτοί.
10.48.2 καὶ δοκεῖ θαυμαστὸν εἶναι πῶς οἱ Νομάδες περαιούμενοι τὸν Ὄξον εἰς τὴν Ὑρκανίαν ἔρχονται πεζῇ μετὰ τῶν ἵππων.
10.48.3 εἰσὶ δὲ δύο λόγοι περὶ τούτου τοῦ πράγματος, ὁ μὲν ἐπιεικής, ὁ δʼ ἕτερος παράδοξος, οὐ μὴν ἀδύνατος.