Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.46.5 Polyb. 10.47.4 (English) >>Polyb. 10.47.12

10.46.10 προδηλοῦται μὲν οὖν πᾶν τὸ προσπῖπτον ὡρισμένως κατὰ ταύτην τὴν ἐπίνοιαν,

10.47.1

πολλοὶ δὲ γίνονθʼ οἱ πυρσοὶ διὰ τὸ δεῖν ὑπὲρ ἑκάστου γράμματος διττὰς ποιεῖσθαι τὰς πυρσείας. 10.47.2 οὐ μὴν ἀλλʼ ἐάν τις εὐτρεπῆ ποιήσῃ τὰ πρὸς τὸ πρᾶγμα, δύναται γίνεσθαι τὸ δέον. 10.47.3 καθʼ ἑκατέραν δὲ τὴν ἐπίνοιαν προμελετᾶν δεῖ τοὺς χειρίζοντας, ἵνα τῆς χρείας γινομένης ἀδιαπτώτως δύνωνται διασαφεῖν ἀλλήλοις. 10.47.4 πηλίκην δὲ συμβαίνει φαίνεσθαι τὴν διαφορὰν ἐπὶ τῶν αὐτῶν πραγμάτων πρῶτον λεγομένων καὶ πάλιν κατὰ συνήθειαν γινομένων, ἐκ πολλῶν εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν. 10.47.5 πολλὰ γὰρ οὐ μόνον τῶν δυσχερῶν, ἀλλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων κατὰ τὰς ἀρχάς, μετὰ ταῦτα χρόνου καὶ συνηθείας τυχόντα ῥᾷστα πάντων ἐπιτελεῖται. 10.47.6 τοῦ δὲ τοιούτου λόγου παραδείγματα μὲν πολλὰ καὶ ἕτερα πρὸς πίστιν, ἐναργέστατον δὲ τὸ γινόμενον ἐπὶ τῆς ἀναγνώσεως. 10.47.7 ἐπὶ γὰρ ἐκείνης, εἴ τις παραστησάμενος ἄνθρωπον ἄπειρον μὲν καὶ ἀσυνήθη γραμματικῆς, τἄλλα δʼ ἀγχίνουν, κἄπειτα παιδάριον ἕξιν ἔχον παραστήσας καὶ δοὺς βυβλίον κελεύοι λέγειν τὰ γεγραμμένα, 10.47.8 δῆλον ὡς οὐκ ἂν δύναιτο πιστεῦσαι διότι δεῖ πρῶτον ἐπὶ τὰς ὄψεις τὰς ἑνὸς ἑκάστου τῶν γραμμάτων ἐπιστῆσαι τὸν ἀναγινώσκοντα, δεύτερον ἐπὶ τὰς δυνάμεις, τρίτον ἐπὶ τὰς πρὸς ἄλληλα συμπλοκάς, ὧν ἕκαστον ποσοῦ χρόνου τινὸς δεῖται.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.46.5 Polyb. 10.47.4 (English) >>Polyb. 10.47.12

Powered by PhiloLogic