Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.46.9 Polyb. 10.47.8 (English) >>Polyb. 10.48.2

10.47.5 πολλὰ γὰρ οὐ μόνον τῶν δυσχερῶν, ἀλλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων κατὰ τὰς ἀρχάς, μετὰ ταῦτα χρόνου καὶ συνηθείας τυχόντα ῥᾷστα πάντων ἐπιτελεῖται. 10.47.6 τοῦ δὲ τοιούτου λόγου παραδείγματα μὲν πολλὰ καὶ ἕτερα πρὸς πίστιν, ἐναργέστατον δὲ τὸ γινόμενον ἐπὶ τῆς ἀναγνώσεως. 10.47.7 ἐπὶ γὰρ ἐκείνης, εἴ τις παραστησάμενος ἄνθρωπον ἄπειρον μὲν καὶ ἀσυνήθη γραμματικῆς, τἄλλα δʼ ἀγχίνουν, κἄπειτα παιδάριον ἕξιν ἔχον παραστήσας καὶ δοὺς βυβλίον κελεύοι λέγειν τὰ γεγραμμένα, 10.47.8 δῆλον ὡς οὐκ ἂν δύναιτο πιστεῦσαι διότι δεῖ πρῶτον ἐπὶ τὰς ὄψεις τὰς ἑνὸς ἑκάστου τῶν γραμμάτων ἐπιστῆσαι τὸν ἀναγινώσκοντα, δεύτερον ἐπὶ τὰς δυνάμεις, τρίτον ἐπὶ τὰς πρὸς ἄλληλα συμπλοκάς, ὧν ἕκαστον ποσοῦ χρόνου τινὸς δεῖται. 10.47.9 διόπερ ὅταν ἀνεπιστάτως θεωρῇ τὸ παιδάριον ὑπὸ τὴν ἀναπνοὴν ἑπτὰ καὶ πέντε στίχους συνεῖρον, οὐκ ἂν εὐχερῶς δύναιτο πιστεῦσαι διότι πρότερον οὗτος οὐκ ἀνέγνωκε τὸ βυβλίον· 10.47.10 εἰ δὲ καὶ τὴν ὑπόκρισιν καὶ τὰς διαιρέσεις, ἔτι δὲ δασύτητας καὶ ψιλότητας δύναιτο συσσῴζειν, οὐδὲ τελέως. 10.47.11 διόπερ οὐκ ἀποστατέον οὐδενὸς τῶν χρησίμων διὰ τὰς προφαινομένας δυσχερείας, προσακτέον δὲ τὴν ἕξιν, πάντα τὰ καλὰ γίνεται θηρατὰ τοῖς ἀνθρώποις, ἄλλως τε καὶ περὶ τῶν τοιούτων, ἐν οἷς πολλάκις κεῖται τὸ συνέχον τῆς σωτηρίας.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.46.9 Polyb. 10.47.8 (English) >>Polyb. 10.48.2

Powered by PhiloLogic