Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.47.13 Polyb. 10.48.7 (English) >>Polyb. 10.49.6

10.48.5 παραγενόμενος δʼ εἰς τὴν ἔρημον ἐπί τινας πέτρας ἀπορρῶγας ἐξωθεῖ τὸ ῥεῦμα τῇ βίᾳ διὰ τὸ πλῆθος καὶ τὴν καταφορὰν τῶν ὑπερκειμένων τόπων ἐπὶ τοσοῦτον ὥστε τῆς πέτρας ἐν τοῖς κάτω μέρεσι πλεῖον στάδιον ἀφάλλεσθαι τὴν καταφορὰν αὐτοῦ. 10.48.6 διὰ δὴ τούτου τοῦ τόπου φασὶ τοὺς Ἀπασιάκας παρʼ αὐτὴν τὴν πέτραν ὑπὸ τὴν καταφορὰν τοῦ ποταμοῦ πεζεύειν μετὰ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. 10.48.7 δʼ ἕτερος λόγος ἐπιεικεστέραν ἔχει τοῦ πρόσθεν τὴν ἀπόφασιν. τοῦ γὰρ ὑποκειμένου τόπου μεγάλους ἔχοντος πλαταμῶνας, εἰς οὓς καταρράττει, τούτους φασὶ τῇ βίᾳ τοῦ ῥεύματος ἐκκοιλαίνοντα καὶ διαρρηγνύντα κατὰ βάθος ὑπὸ γῆν φέρεσθαι τόπον οὐ πολύν, εἶτʼ ἀναφαίνεσθαι πάλιν. 10.48.8 τοὺς δὲ βαρβάρους διὰ τὴν ἐμπειρίαν κατὰ τὸν διαλείποντα τόπον ποιεῖσθαι τὴν δίοδον ἐπὶ τῶν ἵππων εἰς τὴν Ὑρκανίαν. —

10.49.1

Γενομένης δὲ τῆς προσαγγελίας διότι συμβαίνει τὸν μὲν Εὐθύδημον μετὰ τῆς δυνάμεως εἶναι περὶ Ταπουρίαν, μυρίους δʼ ἱππεῖς προκαθίζεσθαι φυλάττοντας τὰς περὶ τὸν Ἄριον ποταμὸν διαβάσεις, ἔκρινε τὴν πολιορκίαν ἀπογνοὺς ἔχεσθαι τῶν προκειμένων. 10.49.2 ἀπέχοντος δὲ τοῦ ποταμοῦ τριῶν ἡμερῶν ὁδόν, ἐπὶ μὲν ἡμέρας δύο σύμμετρον ἐποιήσατο τὴν πορείαν, τῇ δὲ τρίτῃ μετὰ τὸ δειπνῆσαι τοῖς ἄλλοις ἅμα τῷ φωτὶ ποιεῖσθαι παρήγγειλε τὴν ἀναζυγήν, αὐτὸς δʼ ἀναλαβὼν τοὺς ἱππέας καὶ τοὺς εὐζώνους,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.47.13 Polyb. 10.48.7 (English) >>Polyb. 10.49.6

Powered by PhiloLogic