Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.4.8 Polyb. 10.5.7 (English) >>Polyb. 10.6.4

10.5.4 τῇ δὲ μητρὶ τοῦ πράγματος ἄφνω προσπεσόντος, περιχαρὴς οὖσα πρὸς τὰς θύρας ἀπήντα καὶ μετὰ παραστάσεως ἠσπάζετο τοὺς νεανίσκους, 10.5.5 ὥστε τὸν Πόπλιον ἐκ τοῦ συμβαίνοντος δοκεῖν πᾶσι τοῖς προακηκοόσι τῶν ἐνυπνίων μὴ μόνον κατὰ τὸν ὕπνον, ἔτι δὲ μᾶλλον ὕπαρ καὶ μεθʼ ἡμέραν διαλέγεσθαι τοῖς θεοῖς. 10.5.6 ὧν οὐδὲν ἦν ἐνύπνιον, ἀλλʼ ὑπάρχων εὐεργετικὸς καὶ μεγαλόδωρος καὶ προσφιλὴς κατὰ τὴν ἀπάντησιν συνελογίσατο τὴν τοῦ πλήθους πρὸς αὑτὸν εὔνοιαν. 10.5.7 λοιπὸν πρός τε τὸν τοῦ δήμου καὶ τὸν τῆς μητρὸς καιρὸν ἁρμοσάμενος εὐστόχως οὐ μόνον καθίκετο τῆς προθέσεως, ἀλλὰ καὶ μετά τινος ἐδόκει θείας ἐπιπνοίας αὐτὸ πράττειν. 10.5.8 οἱ γὰρ μὴ δυνάμενοι τοὺς καιροὺς μηδὲ τὰς αἰτίας καὶ διαθέσεις ἑκάστων ἀκριβῶς συνθεωρεῖν, διὰ φαυλότητα φύσεως διʼ ἀπειρίαν καὶ ῥᾳθυμίαν, εἰς θεοὺς καὶ τύχας ἀναφέρουσι τὰς αἰτίας τῶν διʼ ἀγχίνοιαν ἐκ λογισμοῦ καὶ προνοίας ἐπιτελουμένων. 10.5.9

Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τῶν ἀκουόντων, ἵνα μὴ συγκαταφερόμενοι ψευδῶς τῇ καθωμιλημένῃ δόξῃ περὶ αὐτοῦ παραπέμπωσι τὰ σεμνότατα καὶ κάλλιστα τἀνδρός, λέγω δὲ τὴν ἐπιδεξιότητα καὶ φιλοπονίαν. 10.5.10 ἔτι δὲ μᾶλλον ἔσται τοῦτο συμφανὲς ἐπʼ αὐτῶν τῶν πράξεων.

10.6.1

Οὐ μὴν ἀλλὰ τότε συνηθροισμένων τῶν δυνάμεων παρεκάλει μὴ καταπεπλῆχθαι τὴν προγεγενημένην περιπέτειαν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.4.8 Polyb. 10.5.7 (English) >>Polyb. 10.6.4

Powered by PhiloLogic