10.6.4 διὸ καὶ τοὺς μὲν ἤδη διαπέμπεσθαι πρὸς σφᾶς, τοὺς δὲ λοιπούς, ὡς ἂν τάχιστα θαρρήσωσι καὶ διαβάντας ἴδωσι τὸν ποταμόν, ἀσμένως ἥξειν, οὐχ οὕτως εὐνοοῦντας σφίσι, τὸ δὲ πλεῖον ἀμύνεσθαι σπουδάζοντας τὴν Καρχηδονίων εἰς αὐτοὺς ἀσέλγειαν,
10.6.5 τὸ δὲ μέγιστον, στασιάζοντας πρὸς ἀλλήλους τοὺς τῶν ὑπεναντίων ἡγεμόνας ἅθρους διαμάχεσθαι πρὸς αὐτοὺς οὐ θελήσειν, κατὰ μέρος δὲ κινδυνεύοντας εὐχειρώτους ὑπάρχειν.
10.6.6 διὸ βλέποντας εἰς ταῦτα παρεκάλει περαιοῦσθαι τὸν ποταμὸν εὐθαρσῶς· περὶ δὲ τῶν ἑξῆς ἀνεδέχετο μελήσειν αὑτῷ καὶ τοῖς ἄλλοις ἡγεμόσι.
10.6.7 ταῦτα δʼ εἰπὼν τρισχιλίους μὲν ἔχοντα πεζοὺς καὶ πεντακοσίους ἱππεῖς Μάρκον ἀπέλειπε τὸν συνάρχοντα περὶ τὴν διάβασιν ἐφεδρεύσοντα τοῖς ἐντὸς τοῦ ποταμοῦ συμμάχοις· αὐτὸς δὲ τὴν ἄλλην ἐπεραίου δύναμιν, ἄδηλον πᾶσι ποιῶν τὴν αὑτοῦ πρόθεσιν.
10.6.8 ἦν γὰρ αὐτῷ κεκριμένον πράττειν ὧν μὲν εἶπε πρὸς τοὺς πολλοὺς μηδέν, προύκειτο δὲ πολιορκεῖν ἐξ ἐφόδου τὴν ἐν Ἰβηρίᾳ Καρχηδόνα προσαγορευομένην.
10.6.9 ὃ δὴ καὶ πρῶτον ἄν τις λάβοι καὶ μέγιστον σημεῖον τῆς ὑφʼ ἡμῶν ἄρτι ῥηθείσης διαλήψεως.
10.6.10 ἔτος γὰρ ἕβδομον ἔχων πρὸς τοῖς εἴκοσι πρῶτον μὲν ἐπὶ πράξεις αὑτὸν ἔδωκε τελέως παρὰ τοῖς πολλοῖς ἀπηλπισμένας διὰ τὸ μέγεθος τῶν προγεγονότων ἐλαττωμάτων,