Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.7.2 Polyb. 10.8.1 (English) >>Polyb. 10.8.8

10.7.6 νομίζων οὖν, ἐὰν μὲν εἰς μάχην συνιέναι κρίνῃ τοῖς πολεμίοις, τὸ μὲν πρὸς πάντας ἅμα κινδυνεύειν ἐπισφαλὲς εἶναι τελέως καὶ διὰ τὸ προηττῆσθαι τοὺς πρὸ αὐτοῦ καὶ διὰ τὸ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους, 10.7.7 ἐὰν δὲ πρὸς ἕνα συμβαλεῖν σπεύδων, κἄπειτα τούτου φυγομαχήσαντος, ἐπιγενομένων δὲ τῶν ἄλλων δυνάμεων, συγκλεισθῇ που, κατάφοβος ἦν μὴ ταῖς αὐταῖς Γναΐῳ τῷ θείῳ

10.8.1

καὶ Ποπλίῳ τῷ πατρὶ περιπέσῃ συμφοραῖς. διὸ τοῦτο μὲν τὸ μέρος ἀπεδοκίμασε, πυνθανόμενος δὲ τὴν προειρημένην Καρχηδόνα μεγίστας μὲν χρείας παρέχεσθαι τοῖς ὑπεναντίοις, μέγιστα δὲ βλάπτειν καὶ κατὰ τὸν ἐνεστῶτα πόλεμον αὐτόν, ἐξητάκει τὰ κατὰ μέρος ὑπὲρ αὐτῆς ἐν τῇ παραχειμασίᾳ διὰ τῶν εἰδότων. 10.8.2 ἀκούων δὲ πρῶτον μὲν ὅτι λιμένας ἔχει στόλῳ καὶ ναυτικαῖς δυνάμεσι μόνη σχεδὸν τῶν κατὰ τὴν Ἰβηρίαν, ἅμα δὲ καὶ διότι πρὸς τὸν ἀπὸ τῆς Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς κεῖται τοῖς Καρχηδονίοις, 10.8.3 μετὰ δὲ ταῦτα διότι καὶ τὸ τῶν χρημάτων πλῆθος καὶ τὰς ἀποσκευὰς τῶν στρατοπέδων ἁπάσας ἐν ταύτῃ τῇ πόλει συνέβαινε τοῖς Καρχηδονίοις ὑπάρχειν, ἔτι δὲ τοὺς ὁμήρους τοὺς ἐξ ὅλης τῆς Ἰβηρίας, 10.8.4 τὸ δὲ μέγιστον, ὅτι μάχιμοι μὲν ἄνδρες εἴησαν εἰς χιλίους οἱ τὴν ἄκραν τηροῦντες διὰ τὸ μηδένα μηδέποτʼ ἂν ὑπολαμβάνειν ὅτι κρατούντων Καρχηδονίων σχεδὸν ἁπάσης Ἰβηρίας ἐπινοήσει τις τὸ παράπαν πολιορκῆσαι ταύτην τὴν πόλιν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.7.2 Polyb. 10.8.1 (English) >>Polyb. 10.8.8

Powered by PhiloLogic