Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.8.2 Polyb. 10.8.9 (English) >>Polyb. 10.9.5

10.8.6 καὶ μὴν οὐδὲ τὴν θέσιν τῆς Καρχηδόνος οὐδὲ τὴν κατασκευὴν οὐδὲ τὴν τῆς περιεχούσης αὐτὴν λίμνης διάθεσιν ἠγνόει, 10.8.7 διὰ δέ τινων ἁλιέων τῶν ἐνειργασμένων τοῖς τόποις ἐξητάκει διότι καθόλου μέν ἐστι τεναγώδης λίμνη καὶ βατὴ κατὰ τὸ πλεῖστον, ὡς δʼ ἐπὶ τὸ πολὺ καὶ γίνεταί τις αὐτῆς ἀποχώρησις καθʼ ἡμέραν ἐπὶ δείλην ὀψίαν. 10.8.8 ἐξ ὧν συλλογισάμενος ὅτι καθικόμενος μὲν τῆς ἐπιβολῆς οὐ μόνον βλάψει τοὺς ὑπεναντίους, ἀλλὰ καὶ τοῖς σφετέροις πράγμασι μεγάλην ἐπίδοσιν παρασκευάσει, 10.8.9 διαπεσὼν δὲ τῆς προθέσεως, ὅτι δύναται σῴζειν τοὺς ὑποταττομένους διὰ τὸ θαλαττοκρατεῖν, ἐὰν ἅπαξ ἀσφαλίσηται τὴν στρατοπεδείαντοῦτο δʼ ἦν εὐχερὲς διὰ τὸ μακρὰν ἀπεσπάσθαι τὰς τῶν ὑπεναντίων δυνάμεις10.8.10 οὕτως ἀφέμενος τῶν ἄλλων περὶ ταύτην

10.9.1

ἐγίνετο τὴν παρασκευὴν ἐν τῇ παραχειμασίᾳ. καὶ ταύτην ἔχων τὴν ἐπιβολὴν καὶ τὴν ἡλικίαν, ἣν ἀρτίως εἶπα, πάντας ἀπεκρύψατο χωρὶς Γαΐου Λαιλίου, μέχρι πάλιν αὐτὸς ἔκρινε φανερὸν ποιεῖν. 10.9.2

Τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολογοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδʼ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.8.2 Polyb. 10.8.9 (English) >>Polyb. 10.9.5

Powered by PhiloLogic