Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.9.2 Polyb. 10.9.8 (English) >>Polyb. 10.10.7

10.9.6 αὐτὸς δὲ τὰς πεζικὰς δυνάμεις ἀναλαβὼν ἐποιεῖτο τὴν πορείαν μετὰ σπουδῆς. εἶχε δὲ τὸ μὲν τῶν πεζῶν πλῆθος εἰς δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δʼ εἰς δισχιλίους καὶ πεντακοσίους. 10.9.7 ἀφικόμενος δʼ ἑβδομαῖος κατεστρατοπέδευσε κατὰ τὸ πρὸς ἄρκτους μέρος τῆς πόλεως, καὶ περιεβάλετο κατὰ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν τῆς στρατοπεδείας τάφρον καὶ χάρακα διπλοῦν ἐκ θαλάττης εἰς θάλατταν, κατὰ δὲ τὴν πρὸς τὴν πόλιν ἁπλῶς οὐδέν. αὐτὴ γὰρ τοῦ τόπου φύσις ἱκανὴν ἀσφάλειαν αὐτῷ παρεσκεύαζε. 10.9.8 μέλλοντες δὲ καὶ τὴν πολιορκίαν καὶ τὴν ἅλωσιν τῆς πόλεως δηλοῦν, ἀναγκαῖον ἡγούμεθʼ εἶναι τὸ καὶ τοὺς παρακειμένους τόπους καὶ τὴν θέσιν αὐτῆς ἐπὶ ποσὸν ὑποδεῖξαι τοῖς ἀκούουσι.

10.10.1

Κεῖται μὲν οὖν τῆς Ἰβηρίας κατὰ μέσην τὴν παραλίαν ἐν κόλπῳ νεύοντι πρὸς ἄνεμον λίβα· οὗ τὸ μὲν βάθος ἐστὶν ὡς εἴκοσι σταδίων, τὸ δὲ πλάτος ἐν ταῖς ἀρχαῖς ὡς δέκα· λαμβάνει δὲ διάθεσιν λιμένος πᾶς κόλπος διὰ τοιαύτην αἰτίαν. 10.10.2 νῆσος ἐπὶ τοῦ στόματος αὐτοῦ κεῖται βραχὺν ἐξ ἑκατέρου τοῦ μέρους εἴσπλουν εἰς αὐτὸν ἀπολείπουσα. 10.10.3 ταύτης ἀποδεχομένης τὸ πελάγιον κῦμα συμβαίνει τὸν κόλπον ὅλον εὐδίαν ἴσχειν, πλὴν ἐφʼ ὅσον οἱ λίβες καθʼ ἑκάτερον τὸν εἴσπλουν παρεισπίπτοντες κλύδωνας ἀποτελοῦσι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 10.9.2 Polyb. 10.9.8 (English) >>Polyb. 10.10.7

Powered by PhiloLogic