Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.1.3 Polyb. 11.1.12 (English) >>Polyb. 11.2.6

11.1.8 καὶ μέχρι μὲν οὖν τούτων ἀμφίδοξος ἦν νίκη. οἵ τε γὰρ ἄνδρες ἐφαμίλλως ἐκινδύνευον ἀμφότεροι διὰ τὸ μήτε τοῖς Ῥωμαίοις ἐλπίδα καταλείπεσθαι σωτηρίας, εἰ σφαλεῖεν, μήτε τοῖς Ἴβηρσι καὶ Καρχηδονίοις· τά τε θηρία κοινὴν ἀμφοῖν παρείχοντο τὴν χρείαν ἐν τῇ μάχῃ· 11.1.9 μέσα γὰρ ἀπειλημμένα καὶ συνακοντιζόμενα διετάραττε καὶ τὰς τῶν Ῥωμαίων καὶ τὰς τῶν Ἰβήρων τάξεις. 11.1.10 ἅμα δὲ τῷ τοὺς περὶ τὸν Κλαύδιον προσπεσεῖν κατʼ οὐρὰν τοῖς πολεμίοις ἄνισος ἦν μάχη, τῶν μὲν κατὰ πρόσωπον, τῶν δὲ κατὰ νώτου τοῖς Ἴβηρσι προσκειμένων. 11.1.11 ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ κατακοπῆναι. 11.1.12 τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν.

11.2.1

Ἀσδρούβας δὲ καὶ τὸν πρὸ τούτου χρόνον καὶ κατὰ τὸν ἔσχατον καιρὸν ἀνὴρ ἀγαθὸς γενόμενος, ἐν χειρῶν νόμῳ κατέστρεψε τὸν βίον· ὃν οὐκ ἄξιον ἀνεπισήμαντον παραλιπεῖν. 11.2.2 ὅτι μὲν ἀδελφὸς ἦν Ἀννίβου κατὰ φύσιν, καὶ διότι χωριζόμενος εἰς τὴν Ἰταλίαν τούτῳ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις ἐνεχείρισε, ταῦτα μὲν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται 11.2.3 . παραπλησίως δὲ καὶ διότι πολλοῖς μὲν χρησάμενος ἀγῶσι πρὸς Ῥωμαίους, πολλαῖς δὲ καὶ ποικίλαις περιστάσεσι παλαίσας διὰ τὸ τοὺς ἐπαποστελλομένους ἐκ Καρχηδόνος εἰς Ἰβηρίαν στρατηγούς, ἐν πᾶσι τοῖς εἰρημένοις καιροῖς ἀξίως μὲν τοῦ πατρὸς Βάρκα, καλῶς δὲ καὶ γενναίως τὰς περιπετείας καὶ τὰς ἐλαττώσεις διετέλει φέρων, καὶ ταῦτα διὰ τῶν πρὸ τοῦ συντάξεων δεδηλώκαμεν. περὶ δὲ τῶν τελευταίων ἀγώνων νῦν ἐροῦμεν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.1.3 Polyb. 11.1.12 (English) >>Polyb. 11.2.6

Powered by PhiloLogic