11.10.3 κατά τε γὰρ τὴν ἐσθῆτα καὶ τὴν σίτησιν ἀφελὴς καὶ λιτὸς ἦν, ὁμοίως δὲ καὶ περὶ τὰς τοῦ σώματος θεραπείας, ἔτι δὲ καὶ τὰς ἐντεύξεις, εὐπερίκοπτος καὶ ἀνεπίφθονος·
11.10.4 περί γε μὴν τοῦ παρʼ ὅλον τὸν βίον ἀληθεύειν μεγίστην ἐποιήσατο σπουδήν. τοιγάρτοι βραχέα καὶ τὰ τυχόντʼ ἀποφαινόμενος μεγάλην ἐγκατέλειπε πίστιν τοῖς ἀκούουσι·
11.10.5 παράδειγμα γὰρ ἐν πᾶσι τὸν ἴδιον βίον εἰσφερόμενος οὐ πολλῶν ἐποίει προσδεῖσθαι λόγων τοὺς ἀκούοντας.
11.10.6 διὸ καὶ πολλάκις λόγους μακροὺς καὶ δοκοῦντας ὑπὸ τῶν ἀντιπολιτευομένων δεόντως εἰρῆσθαι διʼ ὀλίγων ῥημάτων τῇ πίστει καὶ ταῖς ἐννοίαις τῶν πραγμάτων ὁλοσχερῶς ἐξέβαλε.
11.10.7
Πλὴν τότε συντελεσθέντος τοῦ διαβουλίου πάντες ἐπανῆγον ἐπὶ τὰς πόλεις, τά τε ῥηθέντα καὶ τὸν ἄνδρα διαφερόντως ἀποδεδεγμένοι, καὶ νομίζοντες οὐδʼ ἂν παθεῖν οὐδὲν δεινὸν ἐκείνου προεστῶτος.
11.10.8 ὁ δὲ Φιλοποίμην εὐθέως ἐπεπορεύετο τὰς πόλεις, ἐνεργῶς καὶ μετὰ σπουδῆς ποιούμενος τὴν ἔφοδον.
11.10.9 κἄπειτα συναγαγὼν τοὺς ὄχλους ἅμα μὲν ἐγύμναζεν ἅμα δὲ συνέταττε καὶ τέλος οὐδʼ ὅλους ὀκτὼ μῆνας χρησάμενος τῇ τοιαύτῃ παρασκευῇ καὶ μελέτῃ συνῆγε τὰς δυνάμεις εἰς Μαντίνειαν, διαγωνιούμενος πρὸς τὸν τύραννον ὑπὲρ τῆς ἁπάντων Πελοποννησίων ἐλευθερίας.
11.11.1
Ὁ δὲ Μαχανίδας κατατεθαρρηκώς, καὶ νομίζων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ γίνεσθαι τὴν τῶν Ἀχαιῶν ὁρμήν, ἅμα τῷ γνῶναι διότι συνηθροισμένοι τυγχάνουσιν εἰς τὴν Μαντίνειαν,