Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.10.2 Polyb. 11.11.1 (English) >>Polyb. 11.11.7

11.10.7

Πλὴν τότε συντελεσθέντος τοῦ διαβουλίου πάντες ἐπανῆγον ἐπὶ τὰς πόλεις, τά τε ῥηθέντα καὶ τὸν ἄνδρα διαφερόντως ἀποδεδεγμένοι, καὶ νομίζοντες οὐδʼ ἂν παθεῖν οὐδὲν δεινὸν ἐκείνου προεστῶτος. 11.10.8 δὲ Φιλοποίμην εὐθέως ἐπεπορεύετο τὰς πόλεις, ἐνεργῶς καὶ μετὰ σπουδῆς ποιούμενος τὴν ἔφοδον. 11.10.9 κἄπειτα συναγαγὼν τοὺς ὄχλους ἅμα μὲν ἐγύμναζεν ἅμα δὲ συνέταττε καὶ τέλος οὐδʼ ὅλους ὀκτὼ μῆνας χρησάμενος τῇ τοιαύτῃ παρασκευῇ καὶ μελέτῃ συνῆγε τὰς δυνάμεις εἰς Μαντίνειαν, διαγωνιούμενος πρὸς τὸν τύραννον ὑπὲρ τῆς ἁπάντων Πελοποννησίων ἐλευθερίας.

11.11.1

δὲ Μαχανίδας κατατεθαρρηκώς, καὶ νομίζων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ γίνεσθαι τὴν τῶν Ἀχαιῶν ὁρμήν, ἅμα τῷ γνῶναι διότι συνηθροισμένοι τυγχάνουσιν εἰς τὴν Μαντίνειαν, 11.11.2 παρακαλέσας ἐν Τεγέᾳ τοὺς Λακεδαιμονίους τὰ πρέποντα τοῖς καιροῖς, εὐθέως εἰς τὴν ἐπιοῦσαν, ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, προῆγεν ὡς ἐπὶ τὴν Μαντίνειαν, τῆς μὲν φάλαγγος καθηγούμενος τῷ δεξιῷ κέρατι, 11.11.3 τοὺς δὲ μισθοφόρους ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρωτοπορείας παραλλήλους ἄγων, ἐπὶ δὲ τούτοις ζεύγη πλῆθος ὀργάνων καὶ βελῶν κομίζοντα καταπελτικῶν. 11.11.4 κατὰ δὲ τὸν αὐτὸν καιρὸν Φιλοποίμην εἰς τρία μέρη διῃρηκὼς τὴν δύναμιν ἐξῆγεν ἐκ τῆς Μαντινείας, κατὰ μὲν τὴν ἐκ τοῦ Ποσειδῶνος ἱεροῦ φέρουσαν τοὺς Ἰλλυριοὺς καὶ θωρακίτας, ἅμα δὲ τὸ ξενικὸν ἅπαν καὶ τοὺς εὐζώνους, κατὰ δὲ τὴν ἑξῆς ὡς πρὸς τὰς δύσεις τοὺς φαλαγγίτας, ἔτι δὲ κατὰ τὴν ἐχομένην τοὺς πολιτικοὺς ἱππεῖς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.10.2 Polyb. 11.11.1 (English) >>Polyb. 11.11.7

Powered by PhiloLogic