Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.11.2 Polyb. 11.12.1 (English) >>Polyb. 11.13.1

11.11.6 μετὰ δὲ τούτους ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τὴν φάλαγγα κατὰ τέλη σπειρηδὸν ἐν διαστήμασιν ἐπέστησε παρὰ τὴν τάφρον τὴν φέρουσαν ἐπὶ τοῦ Ποσειδίου διὰ μέσου τοῦ τῶν Μαντινέων πεδίου καὶ συνάπτουσαν τοῖς ὄρεσι τοῖς συντερμονοῦσι τῇ τῶν Ἐλισφασίων χώρᾳ. 11.11.7 πρὸς μὲν τούτοις ἐπὶ τὸ δεξιὸν κέρας ἐπέστησε τοὺς Ἀχαϊκοὺς ἱππεῖς, ὧν Ἀρισταίνετος ἡγεῖτο Δυμαῖος· κατὰ δὲ τὸ λαιὸν αὐτὸς εἶχε τὸ ξενικὸν ἅπαν ἐν ἐπαλλήλοις τάξεσιν.

11.12.1

Ἅμα δὲ τῷ σύνοπτον ἤδη καλῶς εἶναι παραγενομένην τὴν τῶν ὑπεναντίων δύναμιν ἐπιπορευόμενος τὰ συστήματα τῶν φαλαγγιτῶν παρεκάλει βραχέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου. 11.12.2 τὰ μὲν οὖν πλεῖστα τῶν λεγομένων ἀσαφῆ συνέβαινε γίνεσθαι· διὰ γὰρ τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν τῶν ὄχλων εἰς τοιαύτην ὁρμὴν καὶ προθυμίαν παρέστη τὸ πλῆθος ὥστε παραπλησίαν ἐνθουσιασμῷ. τὴν ἀντιπαράκλησιν γίνεσθαι τῶν δυνάμεων, ἄγειν καὶ θαρρεῖν αὐτὸν παρακελευομένων· 11.12.3 τοῦτο μέντοι παράπαν ἐπιμελῶς ἐπειρᾶτο διασαφεῖν, ὅτε λάβοι καιρόν, ὅτι τοῖς μὲν ὑπὲρ αἰσχρᾶς καὶ ἐπονειδίστου δουλείας, τοῖς δʼ ὑπὲρ ἀειμνήστου καὶ λαμπρᾶς ἐλευθερίας συνέστηκεν παρὼν κίνδυνος. 11.12.4

δὲ Μαχανίδας τὸ μὲν πρῶτον ὑπέδειξεν ὡς ὀρθίᾳ τῇ φάλαγγι προσμίξων πρὸς τὸ δεξιὸν τῶν πολεμίων· ἐπεὶ δʼ ἐπλησίασε, λαβὼν σύμμετρον ἀπόστημα περιέκλα τὴν δύναμιν ἐπὶ δόρυ, καὶ παρεκτείνας ἴσον ἐποίησε τὸ παρʼ αὑτοῦ δεξιὸν τῷ τῶν Ἀχαιῶν εὐωνύμῳ, τοὺς δὲ καταπέλτας πρὸ πάσης ἐπέστησε τῆς δυνάμεως ἐν διαστήμασιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.11.2 Polyb. 11.12.1 (English) >>Polyb. 11.13.1

Powered by PhiloLogic