11.16.1
Ὁ δὲ Φιλοποίμην ἅμα τῷ παραπεσεῖν κατὰ τῶν ὑπεναντίων τὸν ἐκ πολλῶν χρόνων ἑωραμένον ὑπʼ αὐτοῦ καιρόν, τότε πᾶσιν ἐπάγειν τοῖς φαλαγγίταις καταβαλοῦσι τὰς σαρίσας παρήγγειλε.
11.16.2 τῶν δʼ Ἀχαιῶν ὁμοθυμαδὸν καὶ μετὰ καταπληκτικῆς κραυγῆς ποιησαμένων τὴν ἔφοδον, οἱ μὲν προδιαλελυκότες τὰς τάξεις τῶν Λακεδαιμονίων ἐν τῇ τῆς τάφρου καταβάσει πάλιν ἀναβαίνοντες πρὸς ὑπερδεξίους τοὺς πολεμίους ἀποδειλιάσαντες ἐτρέποντο·
11.16.3 τὸ δὲ πολὺ πλῆθος ἐν αὐτῇ τῇ τάφρῳ διεφθείρετο, τὸ μὲν ὑπὸ τῶν Ἀχαιῶν, τὸ δʼ ὑπὸ τῶν ἰδίων.
11.16.4 συνέβαινε δὲ τὸ προειρημένον οὐκ αὐτομάτως οὐδʼ ἐκ τοῦ καιροῦ, διὰ δὲ τὴν ἀγχίνοιαν τοῦ προεστῶτος, ὃς εὐθέως προεβάλετο τὴν τάφρον.
11.16.5 ὁ δὲ Φιλοποίμην οὐ φυγομαχῶν, ὥς τινες ὑπελάμβανον, ἀλλὰ καὶ λίαν ἀκριβῶς καὶ στρατηγικῶς ἕκαστα συλλογισάμενος, ὅτι παραγενόμενος ὁ Μαχανίδας, εἰ μὲν προσάξει τὴν δύναμιν οὐ προϊδόμενος τὴν τάφρον, οὕτω συμβήσεται παθεῖν αὐτῷ τὴν φάλαγγα τὸ προειρημένον νῦν, γινόμενον δὲ τότʼ ἐπὶ τῆς ἀληθείας·
11.16.6 εἰ δὲ συλλογισάμενος τὴν δυσχρηστίαν τῆς τάφρου, κἄπειτα μεταμεληθεὶς καὶ δόξας ἀποδειλιᾶν, ἐκ παρατεταγμένων ἀπολύσει καὶ μακρὰν αὑτὸν ἐν πορείᾳ διδόναι μέλλει, διότι χωρὶς ὁλοσχεροῦς ἀγῶνος αὐτῷ μὲν τὸ νικᾶν, ἐκείνῳ δὲ τἀναντία περιέσται. πολλοῖς γὰρ ἤδη τοῦτο συμβέβηκεν,