Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.16.1 Polyb. 11.16.8 (English) >>Polyb. 11.17.5

11.16.5 δὲ Φιλοποίμην οὐ φυγομαχῶν, ὥς τινες ὑπελάμβανον, ἀλλὰ καὶ λίαν ἀκριβῶς καὶ στρατηγικῶς ἕκαστα συλλογισάμενος, ὅτι παραγενόμενος Μαχανίδας, εἰ μὲν προσάξει τὴν δύναμιν οὐ προϊδόμενος τὴν τάφρον, οὕτω συμβήσεται παθεῖν αὐτῷ τὴν φάλαγγα τὸ προειρημένον νῦν, γινόμενον δὲ τότʼ ἐπὶ τῆς ἀληθείας· 11.16.6 εἰ δὲ συλλογισάμενος τὴν δυσχρηστίαν τῆς τάφρου, κἄπειτα μεταμεληθεὶς καὶ δόξας ἀποδειλιᾶν, ἐκ παρατεταγμένων ἀπολύσει καὶ μακρὰν αὑτὸν ἐν πορείᾳ διδόναι μέλλει, διότι χωρὶς ὁλοσχεροῦς ἀγῶνος αὐτῷ μὲν τὸ νικᾶν, ἐκείνῳ δὲ τἀναντία περιέσται. πολλοῖς γὰρ ἤδη τοῦτο συμβέβηκεν, 11.16.7 οἵτινες παραταξάμενοι μέν, οὐκ ἀξιόχρεως δὲ νομίσαντες σφᾶς αὐτοὺς εἶναι τοῖς ὑπεναντίοις ἀγωνίζεσθαι, τινὲς μὲν διὰ τόπους, 11.16.8 οἱ δὲ διὰ πλῆθος, οἱ δὲ διʼ ἄλλας αἰτίας, μακρὰν ἑαυτοὺς δόντες ἐν πορείᾳ, κατὰ τὴν ἀπόλυσιν διʼ αὐτῶν τῶν οὐραγούντων ἤλπισαν οἱ μὲν προτερήσειν, οἱ δʼ ἀσφαλῶς ἀπολυθήσεσθαι τῶν πολεμίων. 11.16.9 ἐν οἷς δὴ καὶ μέγιστα συμβαίνει τοὺς ἡγουμένους

11.17.1

Πλὴν γε Φιλοποίμην οὐ διεψεύσθη τῇ προνοίᾳ τοῦ συντελεσθησομένου· τροπὴν γὰρ ἰσχυρὰν συνέβαινε γίνεσθαι τῶν Λακεδαιμονίων. 11.17.2 συνορῶν δὲ τὴν φάλαγγα νικῶσαν καὶ τὰ ὅλα καλῶς αὑτῷ προχωροῦντα καὶ λαμπρῶς, ἐπὶ τὸ καταλειπόμενον ὥρμησε τῆς ὅλης ἐπιβολῆς· τοῦτο δʼ ἦν τὸ μὴ διαφυγεῖν τὸν Μαχανίδαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 11.16.1 Polyb. 11.16.8 (English) >>Polyb. 11.17.5

Powered by PhiloLogic